Tag Archives: σωφροσύνη

Την αρετή του σώματος πολλοί αγάπησαν, της ψυχής όμως λίγοι

DSC00057Κἀκεῖνό φημι, τὴν μὲν τοῦ σώματος ἀρετὴν πολλοὶ ἠγάπησαν, τὴν δὲ τῆς ψυχῆς καὶ πάνυ ὀλίγοι· τὴν μὲν γὰρ ἅπασιν ἔστιν ἰδεῖν, τὴν δὲ τοῖς ἐπισταμένοις μόνοις. σημεῖον δὲ ἡ διὰ τῶν αἰσθήσεων τέρψις· ἀεὶ γὰρ αἰσθόμενοι χαίρουσιν, ἡ δὲ αἴσθησις κρίσις τις. ἐπὶ μέντοι τῆς ψυχῆς οὐδὲν ἔστιν δῆλον ἄλλο, εἰ μὴ τὰς αὑτῆς πράξεις, αἱ δὲ πράξεις ἐνέργειαί τινες μετὰ λόγου, διὸ ἀγνοοῦντες τί δίκαιον καὶ τί ἀνδρεῖον οὐχ οἷόν τε κρῖναι. λέγω δὲ ἀρετὴν μὲν σώματος, μέγεθος, ἰσχύν, κάλλος, ψυχῆς δέ, φρόνησιν, σωφροσύνην, ἀνδρείαν, δικαιοσύνην. κἂν μέν τινες φάσκωσι τὴν τῆς ψυχῆς ἀρετὴν μὴ διδακτὴν εἶναι, μαθέτω διαμαρτάνειν· ἐπὶ μὲν γὰρ τῶν σωματικῶν ἢ ἡ φύσις ἢ ἡ τύχη αἰτία, ἐπὶ δὲ τῶν ψυχικῶν μᾶλλον ἡμεῖς ἢ ἡ φύσις· ἀεὶ γὰρ προαιρούμενοι καὶ εἰδότες πράττομεν τὰ τῆς ἀρετῆς ἔργα, ἡ δὲ εἴδησις μάθησίς τις. διὸ καὶ εἰ μέλον ὑμῖν τινος, δέον οὐχὶ τοῦ σώματος τόσον ὅσον τῆς ψυχῆς· ἡ μὲν γὰρ φθίνει σὺν τῇ τοῦ σώματος φθορᾷ, ἡ δὲ αὔξει σὺν τῇ ὡριμάσει τῆς ψυχῆς· καὶ εἰ ἔνι θεῖόν τι ἡμῖν ἢ ἀθάνατον, τοῦτ’ ἂν εἴη μᾶλλον ἥ γε ψυχὴ ἢ τὸ σῶμα.

Developed by White Dynamics