Tag Archives: πράξη

Πότε και πώς πράττουμε

many-ancient-greek-gods-were_378091efb68de906

Read English version here!

Πῶς δὲ νοῶν ὁτὲ μὲν πράττει ὁτὲ δ’ οὐ πράττει, καὶ κινεῖται, ὁτὲ δ’ οὐ κινεῖται; ἔοικε παραπλησίως συμβαίνειν καὶ περὶ τῶν ἀκινήτων διανοουμένοις καὶ συλλογιζομένοις. ἀλλ’ ἐκεῖ μὲν θεώρημα τὸ τέλος (ὅταν γὰρ τὰς δύο προτάσεις νοήσῃ, τὸ συμπέρασμα ἐνόησε καὶ συνέθηκεν), ἐνταῦθα δ’ ἐκ τῶν δύο προτάσεων τὸ συμπέρασμα γίνεται ἡ πρᾶξις, οἷον ὅταν νοήσῃ ὅτι παντὶ βαδιστέον ἀνθρώπῳ, αὐτὸς δ’ ἄνθρωπος, βαδίζει εὐθέως, ἂν δ’ ὅτι οὐδενὶ βαδιστέον νῦν ἀνθρώπῳ, αὐτὸς δ’ ἄνθρωπος, εὐθὺς ἠρεμεῖ· καὶ ταῦτα ἄμφω πράττει, ἂν μή τι κωλύῃ ἢ ἀναγκάζῃ. ποιητέον μοι ἀγαθόν, οἰκία δ’ ἀγαθόν· ποιεῖ οἰκίαν εὐθύς. σκεπάσματος δέομαι, ἱμάτιον δὲ σκέπασμα· ἱματίου δέομαι. οὗ δέομαι, ποιητέον· ἱματίου δέομαι· ἱμάτιον ποιητέον. καὶ τὸ συμπέρασμα, τὸ ἱμάτιον ποιητέον, πρᾶξίς ἐστιν. πράττει δ’ ἀπ’ ἀρχῆς. εἰ ἱμάτιον ἔσται, ἀνάγκη τόδε πρῶτον, εἰ δὲ τόδε, τόδε· καὶ τοῦτο πράττει εὐθύς. ὅτι μὲν οὖν ἡ πρᾶξις τὸ συμπέρασμα, φανερόν· αἱ δὲ προτάσεις αἱ ποιητικαὶ διὰ δύο εἰδῶν γίνονται, διά τε τοῦ ἀγαθοῦ καὶ διὰ τοῦ δυνατοῦ.

Σε τι διαφέρει η πράξη από την ποίηση

la-statue-de-zeus-mΤῶν δ΄ ἐνδεχομένων καὶ ἄλλως ἔχειν ἔστι τινὰ καὶ ποιητὰ καὶ πρακτά· καὶ τῶν πρακτῶν τὰ μὲν κατὰ προαίρεσιν γίνεται τὰ δὲ κατὰ τέχνην. ὅσων μὲν γὰρ πράξεων ἕτερόν τι παρ’ αὐτὴν τὴν ἐνέργειαν γίνεται, τούτων ἡ τέχνη ἐστὶν ἀρχή, οἷον ἐπὶ τῆς ἰατρικῆς· τῆς γὰρ ἰατρικῆς ἕτερόν τι παρ’ αὐτὴν τὴν τοῦ ἰατροῦ ἐνέργειαν γίνεται· ἡ γὰρ ὑγεία τέλος ἐστὶ τῆς ἰατρικῆς καὶ ἕπεται τῇ ἐνεργείᾳ. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς στρατηγικῆς· ἡ γὰρ νίκη ἕπεται τῇ τῆς στρατηγικῆς ὡς ἕτερον παρὰ τὴν ἐνέργειαν τέλος.

Developed by White Dynamics