Tag Archives: καθεαυτό

Πώς μπορεί να γίνει κάτι εκ του μη όντος

DSC00013

Read English version here!

Ἐπεὶ δὲ τὸ γινόμενον ἅπαν ἢ ἐξ ὄντος γίνεται ἢ ἐκ μὴ ὄντος, ἐκ δὲ τούτων ἀμφοτέρων ἀδύνατον γενέσθαι· οὔτε γὰρ ἐξ ὄντος δυνατὸν γενέσθαι (εἶναι γὰρ ἤδη), οὔτε ἐκ μὴ ὄντος (ἀδύνατον γὰρ ἐκ μὴ προϋποκειμένου τινὸς γενέσθαι τι), ἔδοξέ τισιν ἤτοι οὐδὲν τῶν ὄντων οὔτε γίνεσθαι οὔτε φθείρεσθαι ἢ τὸ μὴ ὂν εἶναι. ἡμεῖς δὲ λύσομεν τὴν τούτων ἀπορίαν ἀρξάμενοι τὸ πρῶτον ἐκ τοῦ ποσαχῶς τὸ ὂν λέγεται.

Σε τι διαφέρει το καθεαυτό από το κατά συμβεβηκός αίτιο

arxaioi-ellines-laptopTῶν δ’ αἰτίων τὰ μέν ἐστι καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός. ὥσπερ γὰρ καὶ ὄν ἐστι τὸ μὲν καθ’ αὑτὸ τὸ δὲ κατὰ συμβεβηκός, οὕτω καὶ αἴτιον, οἷον τῷ μὲν ἀνθρώπῳ τὸ ζῷον καθ’ αὑτὸ ὑπάρχει, τὸ δὲ λευκὸν κατὰ συμβεβηκός· τὸ μὲν γὰρ ζῷον κατὰ παντὸς ἀνθρώπου κατηγορεῖται, τὸ δὲ λευκὸν οὔ. κυρίως γὰρ καὶ ἐν τὸ τί ἐστι τὸ ζῷον τἀνθρώπου κατηγορείται, τὸ δὲ λευκὸν οὐ κυρίως ἀλλὰ κατὰ συμβεβηκός· οὐ γὰρ πᾶς ἄνθρωπος λευκός, ἀλλ’ ἔστιν εὑρεῖν τινα καὶ λευκὸν καὶ φαλακρὸν καὶ σιμόν· συμβέβηκε γὰρ τῷδέ τινι λευκῷ ἢ φαλακρῷ ἢ σιμῷ εἶναι.

Developed by White Dynamics