Tag Archives: εύνοια

Τι είναι η εύνοια

ancient-590682_960_720

Read English version here!

Ἡ δ’ εὔνοια φιλίᾳ μὲν ἔοικεν, οὐ μὴν ἐστί γε φιλία· γίνεται γὰρ εὔνοια καὶ πρὸς ἀγνῶτας καὶ λανθάνουσα, φιλία δ’ οὔ. καὶ πρότερον δὲ ταῦτ’ εἴρηται. ἀλλ’ οὐδὲ φίλησίς ἐστιν· οὐ γὰρ ἔχει διάτασιν οὐδ’ ὄρεξιν, τῇ φιλήσει δὲ ταῦτ’ ἀκολουθεῖ. καὶ ἡ μὲν φίλησις μετὰ συνηθείας, ἡ δ’ εὔνοια καὶ ἐκ προσπαίου, οἷον καὶ περὶ τοὺς ἀγωνιστὰς συμβαίνει· εὖνοι γὰρ αὐτοῖς γίνονται καὶ συνθέλουσιν, συμπράξαιεν δ’ ἂν οὐδέν· ὅπερ γὰρ εἴπομεν, προσπαίως εὖνοι γίνονται καὶ ἐπιπολαίως στέργουσιν.

Ἔοικε δὴ ἀρχὴ φιλίας εἶναι, ὥσπερ τοῦ ἐρᾶν ἡ διὰ τῆς ὄψεως ἡδονή· μὴ γὰρ προησθεὶς τῇ ἰδέᾳ οὐδεὶς ἐρᾷ, ὁ δὲ χαίρων τῷ εἴδει οὐθὲν μᾶλλον ἐρᾷ, ἀλλ’ ὅταν καὶ ἀπόντα ποθῇ καὶ τῆς παρουσίας ἐπιθυμῇ. οὕτω δὴ καὶ φίλους οὐχ οἷόν τ’ εἶναι μὴ εὔνους γενομένους, οἱ δ’ εὖνοι οὐθὲν μᾶλλον φιλοῦσιν· βούλονται γὰρ μόνον τἀγαθὰ οἷς εἰσὶν εὖνοι, συμπράξαιεν δ’ ἂν οὐθέν, οὐδ’ ὀχληθεῖεν ὑπὲρ αὐτῶν.

Developed by White Dynamics