Tag Archives: εν υποκειμένω

Ποια η διαφορά μεταξύ καθ’ υποκειμένου και εν υποκειμένω

Read English version here!

Τῶν ὄντων τὰ μὲν καθ΄ ὑποκειμένου τινὸς λέγεται͵ ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν͵ οἷον ἄνθρωπος καθ΄ ὑποκειμένου μὲν λέγεται τοῦ τινὸς ἀνθρώπου͵ ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν· τὰ δὲ ἐν ὑποκειμένῳ μέν ἐστι͵ καθ΄ ὑποκειμένου δὲ οὐδενὸς λέγεται͵ ἐν ὑποκειμένῳ δὲ λέγω ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστίν͵ οἷον ἡ τὶς γραμματικὴ ἐν ὑποκειμένῳ μέν ἐστι τῇ ψυχῇ͵ καθ΄ ὑποκειμένου δὲ οὐδενὸς λέγεται͵ καὶ τὸ τὶ λευκὸν ἐν ὑποκειμένῳ μέν ἐστι τῷ σώματι͵ ἅπαν γὰρ χρῶμα ἐν σώματι͵ καθ΄ ὑποκειμένου δὲ οὐδενὸς λέγεται· τὰ δὲ καθ΄ ὑποκειμένου τε λέγεται καὶ ἐν ὑποκειμένῳ ἐστίν͵ οἷον ἡ ἐπιστήμη ἐν ὑποκειμένῳ μέν ἐστι τῇ ψυχῇ͵ καθ΄ ὑποκειμένου δὲ λέγεται τῆς γραμματικῆς· τὰ δὲ οὔτε ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ΄ ὑποκειμένου λέγεται͵ οἷον ὁ τὶς ἄνθρωπος ἢ ὁ τὶς ἵππος͵ οὐδὲν γὰρ τῶν τοιούτων οὔτε ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ΄ ὑποκειμένου λέγεται· ἁπλῶς δὲ τὰ ἄτομα καὶ ἓν ἀριθμῷ κατ΄ οὐδενὸς ὑποκειμένου λέγεται͵ ἐν ὑποκειμένῳ δὲ ἔνια οὐδὲν κωλύει εἶναι· ἡ γὰρ τὶς γραμματικὴ τῶν ἐν ὑποκειμένῳ ἐστίν.

Developed by White Dynamics