Tag Archives: ενεργεία

Πότε ένα πράγμα ενεργεί και τι είναι το δυνατόν

statue-601329_960_720

Read English version here!

Εἰσὶ δέ τινες οἵ φασιν ὅταν ἐνεργῇ μόνον δύνασθαι, ὅταν δὲ μὴ ἐνεργῇ οὐ δύνασθαι, οἷον τὸν μὴ οἰκοδομοῦντα οὐ δύνασθαι οἰκοδομεῖν, ἀλλὰ τὸν οἰκοδομοῦντα ὅταν οἰκοδομῇ· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. οἷς τὰ συμβαίνοντα ἄτοπα οὐ χαλεπὸν ἰδεῖν.

Δῆλον γὰρ ὅτι οὔτ’ οἰκοδόμος ἔσται ἐὰν μὴ οἰκοδομῇ· τὸ γὰρ οἰκοδόμῳ εἶναι τὸ δυνατῷ εἶναί ἐστιν οἰκοδομεῖν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν. εἰ οὖν ἀδύνατον τὰς τοιαύτας ἔχειν τέχνας μὴ μαθόντα ποτὲ καὶ λαβόντα, καὶ μὴ ἔχειν μὴ ἀποβαλόντα ποτέ (ἢ γὰρ λήθῃ ἢ πάθει τινὶ ἢ χρόνῳ· οὐ γὰρ δὴ τοῦ γε πράγματος φθαρέντος, ἀεὶ γὰρ ἔστιν), ὅταν παύσηται, οὐχ ἕξει τὴν τέχνην. πάλιν δ’ εὐθὺς οἰκοδομήσει πῶς λαβών; καὶ τὰ ἄψυχα δὴ ὁμοίως· οὔτε γὰρ ψυχρὸν οὔτε θερμὸν οὔτε γλυκὺ οὔτε ὅλως αἰσθητὸν οὐθὲν ἔσται μὴ αἰσθανόμενον. ἀλλὰ μὴν οὐδ’ αἴσθησιν ἕξει οὐδὲν ἂν μὴ αἰσθάνηται μηδ’ ἐνεργῇ. εἰ οὖν τυφλὸν τὸ μὴ ἔχον ὄψιν, πεφυκὸς δὲ καὶ ὅτε πέφυκε καὶ ἔτι ὄν, οἱ αὐτοὶ τυφλοὶ ἔσονται πολλάκις τῆς ἡμέρας καὶ κωφοί.

Πώς μπορεί να γίνει κάτι εκ του μη όντος

DSC00013

Read English version here!

Ἐπεὶ δὲ τὸ γινόμενον ἅπαν ἢ ἐξ ὄντος γίνεται ἢ ἐκ μὴ ὄντος, ἐκ δὲ τούτων ἀμφοτέρων ἀδύνατον γενέσθαι· οὔτε γὰρ ἐξ ὄντος δυνατὸν γενέσθαι (εἶναι γὰρ ἤδη), οὔτε ἐκ μὴ ὄντος (ἀδύνατον γὰρ ἐκ μὴ προϋποκειμένου τινὸς γενέσθαι τι), ἔδοξέ τισιν ἤτοι οὐδὲν τῶν ὄντων οὔτε γίνεσθαι οὔτε φθείρεσθαι ἢ τὸ μὴ ὂν εἶναι. ἡμεῖς δὲ λύσομεν τὴν τούτων ἀπορίαν ἀρξάμενοι τὸ πρῶτον ἐκ τοῦ ποσαχῶς τὸ ὂν λέγεται.

Developed by White Dynamics