Tag Archives: απόδειξη

Πάσα διδασκαλία και πάσα μάθηση διανοητική εκ προϋπαρχούσης γίνεται γνώσεως

img02_01

Read English version here!

Εἰ δὲ τοῦτο, ἔστι δὲ καὶ ἡ ἀπόδειξις διδασκαλία τις καὶ μάθησις, καὶ ἡ ἀπόδειξις ἄρα ἐκ προϋπαρχούσης λαμβάνεται γνώσεως, τουτέστιν ἐκ κοινῶν ἐννοιῶν. ἀδύνατον γὰρ ἄλλως ἀποδεῖξαι μὴ πρότερον λαβόντας ἡμᾶς ἐκ κοινῶν ἐννοιῶν προτάσεις τινὰς ὁμολογουμένας· ὥσπερ γὰρ οὐ δυνατὸν ἐπὶ τῶν γεωμετρικῶν θεωρημάτων κατασκευάσαι ὅτι αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζους εἰσί πρὸ τοῦ γνῶναι τὸ ἁπλῶς τρίγωνον ἢ τὴν ἁπλῶς γωνίαν, οὕτως ἀδύνατόν ἐστι γνῶναι ἀπόδειξιν ἄνευ προϋπαρχούσης γνώσεως. αἵ τε γὰρ μαθηματικαὶ τῶν ἐπιστημῶν διὰ τούτου τοῦ τρόπου περαίνονται καὶ τῶν ἄλλων ἑκάστη τεχνῶν. ὁμοίως δὲ καὶ περὶ τοὺς λόγους οἵ τε διὰ συλλογισμῶν καὶ οἱ δι’ ἐπαγωγῆς· ἀμφότεροι γὰρ διὰ προγινωσκομένων ποιοῦνται τὴν διδασκαλίαν, οἱ μὲν λαμβάνοντες ὡς παρὰ ξυνιέντων, οἱ δὲ δεικνύντες τὸ καθόλου διὰ τοῦ δῆλον εἶναι τὸ καθ’ ἕκαστον. ὡς δ’ αὔτως καὶ οἱ ῥητορικοὶ συμπείθουσιν· ἢ γὰρ διὰ παραδειγμάτων, ὅ ἐστιν ἐπαγωγή, ἢ δι’ ἐνθυμημάτων, ὅπερ ἐστὶ συλλογισμός.

Developed by White Dynamics