Tag Archives: ανασκευή κατηγορίας

Πώς αντιμετωπίζεις μια κατηγορία

athens-1911113__340

Read English version here!

Περὶ δὲ διαβολῆς ἓν μὲν τὸ ἐξ ὧν ἄν τις ὑπόληψιν δυσχερῆ ἀπολύσαιτο· οὐθὲν γὰρ διαφέρει εἴτε εἰπόντος τινὸς εἴτε μή, ὥστε τοῦτο καθόλου.

Ἄλλος τρόπος ὥστε πρὸς τὰ ἀμφισβητούμενα ἀπαντᾶν, ἢ ὡς οὐκ ἔστιν, ἢ ὡς οὐ βλαβερόν, ἢ οὐ τούτῳ, ἢ ὡς οὐ τηλικοῦτον ἢ οὐκ ἄδικον ἢ οὐ μέγα ἢ οὐκ αἰσχρὸν ἢ οὐκ ἔχον μέγεθος· περὶ γὰρ τοιούτων ἡ ἀμφισβήτησις, ὥσπερ Ἰφικράτης πρὸς Ναυσικράτην· ἔφη γὰρ ποιῆσαι ὃ ἔλεγεν καὶ βλάψαι, ἀλλ’ οὐκ ἀδικεῖν. ἢ ἀντικαταλλάττεσθαι ἀδικοῦντα, εἰ βλαβερόν ἀλλὰ καλόν, εἰ λυπηρὸν ἀλλ’ ὠφέλιμον ἤ τι ἄλλο τοιοῦτον.

Ἄλλος τρόπος ὡς ἐστὶν ἁμάρτημα ἢ ἀτύχημα ἢ ἀναγκαῖον, οἷον Σοφοκλῆς ἔφη τρέμειν οὐχ ὡς ὁ διαβάλλων ἔφη, ἵνα δοκῇ γέρων, ἀλλ’ ἐξ ἀνάγκης· οὐ γὰρ ἑκόντι εἶναι αὑτῷ ἔτη ὀγδοήκοντα. καὶ ἀντικαταλλάττεσθαι τὸ οὗ ἕνεκα, ὅτι οὐ βλάψαι ἐβούλετο, ἀλλὰ τόδε, καὶ οὐ τοῦτο ὃ διεβάλλετο ποιῆσαι, συνέβη δὲ βλαβῆναι· «δίκαιον δὲ μισεῖν, εἰ ὅπως τοῦτο γένηται ἐποίουν».

Developed by White Dynamics