Tag Archives: αναγκαίο

Με πόσους τρόπους λέγεται το αναγκαίο

ancient-Greece

Read English version here!

Ἀναγκαῖον λέγεται οὗ ἄνευ οὐκ ἐνδέχεται ζῆν ὡς συναιτίου, οἷον τὸ ἀναπνεῖν καὶ ἡ τροφὴ τῷ ζῴῳ ἀναγκαῖον· ἀδύνατον γὰρ ἄνευ τούτων εἶναι. καὶ ὧν ἄνευ τὸ ἀγαθὸν μὴ ἐνδέχεται ἢ εἶναι ἢ γενέσθαι, ἢ τὸ κακὸν ἀποβαλεῖν ἢ στερηθῆναι, οἷον τὸ πιεῖν τὸ φάρμακον ἀναγκαῖον ἵνα μὴ κάμνῃ, καὶ τὸ πλεῦσαι εἰς Αἴγιναν ἵνα ἀπολάβῃ τὰ χρήματα.

Ἔτι τὸ βίαιον καὶ ἡ βία· τοῦτο δ’ ἐστὶ τὸ παρὰ τὴν ὁρμὴν καὶ τὴν προαίρεσιν ἐμποδίζον καὶ κωλυτικόν· τὸ γὰρ βίαιον ἀναγκαῖον λέγεται, διὸ καὶ λυπηρόν. καὶ δοκεῖ ἡ ἀνάγκη ἀμετάπειστόν τι εἶναι, ὀρθῶς· ἐναντίον γὰρ τῇ κατὰ τὴν προαίρεσιν κινήσει καὶ κατὰ τὸν λογισμόν.

Ἔτι τὸ μὴ ἐνδεχόμενον ἄλλως ἔχειν ἀναγκαῖόν φαμεν οὕτως ἔχειν. καὶ κατὰ τοῦτο τὸ ἀναγκαῖον καὶ τἆλλα λέγεταί πως ἅπαντα ἀναγκαῖα· τό τε γὰρ βίαιον ἀναγκαῖον λέγεται ἢ ποιεῖν ἢ πάσχειν τότε, ὅταν μὴ ἐνδέχηται κατὰ τὴν ὁρμὴν διὰ τὸ βιαζόμενον, ὡς ταύτην ἀνάγκην οὖσαν δι’ ἣν μὴ ἐνδέχεται ἄλλως, καὶ ἐπὶ τῶν συναιτίων τοῦ ζῆν καὶ τοῦ ἀγαθοῦ ὡσαύτως· ὅταν γὰρ μὴ ἐνδέχηται ἔνθα μὲν τὸ ἀγαθὸν ἔνθα δὲ τὸ ζῆν καὶ τὸ εἶναι ἄνευ τινῶν, ταῦτα ἀναγκαῖα καὶ ἡ αἰτία ἀνάγκη τίς ἐστιν αὕτη. 

Τι είναι και πώς έχει το άτοπο

Aristotle-at-university-of-thessaloniki-greece-H

Read English version here!

Ἄτοπόν ἐστιν ὃ μὴ ἄν τις τοπάσειε διὰ τὸ μὴ ἔχεσθαι λόγου καὶ ἀκολουθίας τινός· τῷ οὖν ἀτόπῳ τὸ εὔλογον ἀντίκειται, τῷ δὲ ἀδυνάτῳ τὸ ἀναγκαῖον. ἐπίτασις δέ ἐστι τοῦ ἀτόπου τὸ ἀδύνατον· τὸ μὲν γὰρ ἄτοπον ἴσως ἄν ποτε καὶ γένοιτο, οἷον οὐδεὶς ὑπονοήσειε πάντας ἀνθρώπους λούεσθαι· τὸ οὖν τοῦτο ὑπονοεῖν ἔστι μὲν ψεῦδος, οὐκ ἀδύνατον δέ, τὸ δὲ ἀδύνατον καὶ ψεῦδός ἐστι καὶ ἀδύνατον, οἷον εἴ τις εἴποι τὸν ἄνθρωπον πτερωτὸν εἶναι· τοῦτο γὰρ ἐπιτεταμένον ἐστὶ ψεῦδος, διότι πρὸς τῷ ψεύδει καὶ τὸ ἀδύνατον ἔχει.

Περί δυνατού και αναγκαίου

image

Read English version here!

Ἀπορήσειε δ΄ ἄν τις εἰ τῷ ἀναγκαῖον εἶναι τὸ δυνατὸν εἶναι ἕπεται. εἴ τε γὰρ μὴ ἕπεται͵ ἡ ἀντίφασις ἀκολουθήσει͵ τὸ μὴ δυνατὸν εἶναι· καὶ εἴ τις ταύτην μὴ φήσειεν εἶναι ἀντίφασιν͵ ἀνάγκη λέγειν τὸ δυνατὸν μὴ εἶναι· ἅπερ ἄμφω ψευδῆ κατὰ τοῦ ἀναγκαῖον εἶναι. ἀλλὰ μὴν πάλιν τὸ αὐτὸ εἶναι δοκεῖ δυνατὸν τέμνεσθαι καὶ μὴ τέμνεσθαι καὶ εἶναι καὶ μὴ εἶναι͵ ὥστε ἔσται τὸ ἀναγκαῖον εἶναι ἐνδεχόμενον μὴ εἶναι· τοῦτο δὲ ψεῦδος. φανερὸν δὴ ὅτι οὐ πᾶν τὸ δυνατὸν ἢ εἶναι ἢ βαδίζειν καὶ τὰ ἀντικείμενα δύναται͵ ἀλλ΄ ἔστιν ἐφ΄ ὧν οὐκ ἀληθές, πρῶτον μὲν ἐπὶ τῶν μὴ κατὰ λόγον δυνατῶν͵ οἷον τὸ πῦρ θερμαντικὸν καὶ ἔχει δύναμιν ἄλογον. αἱ μὲν οὖν μετὰ λόγου δυνάμεις αἱ αὐταὶ πλειόνων καὶ τῶν ἐναντίων͵ αἱ δ΄ ἄλογοι οὐ πᾶσαι͵ ἀλλ΄ ὥσπερ εἴρηται͵ τὸ πῦρ οὐ δυνατὸν θερμαίνειν καὶ μή͵ οὐδ΄ ὅσα ἄλλα ἐνεργεῖ ἀεί. ἔνια μέντοι δύναται καὶ τῶν κατὰ τὰς ἀλόγους δυνάμεις ἅμα τὰ ἀντικείμενα δέξασθαι, οἷον τὸ ἱμάτιον διατμηθῆναί τε καὶ μὴ διατμηθῆναι ὁμοίως δυνατόν.

Developed by White Dynamics