Tag Archives: άπειρο

Με πόσους τρόπους λέγεται το άπειρο

nea-acropoli-labyrinth

Read English version here!

Λέγεται δὲ τὸ ἄπειρον πενταχῶς. καθ’ ἕνα μὲν τρόπον ἄπειρον λέγεται τὸ μηδὲ πεφυκὸς ὅλως ἔχειν πέρας, ἀλλ’ οἷον ἀπόρευτον ὂν καὶ ἀδιεξίτητον τῷ μηδὲ ὅλως ἔχειν πορείαν διὰ τὸ μηδὲ ποσὸν ὅλως εἶναι, ὥσπερ καὶ τὴν φωνὴν ἀόρατον λέγομεν τῷ μηδὲ ὅλως πεφυκέναι ὑποπίπτειν τῇ ὄψει. τοιοῦτον δέ ἐστι τὸ σημεῖον καὶ αἱ ποιότητες· ἄπειρα γὰρ ταῦτα, τὸ μὲν σημεῖον ὅτι πέρας ὂν αὐτό πέρας οὐκ ἔχει, τῷ παντελῶς ἀμέγεθες εἶναι, ὁμοίως δὲ καὶ τὸ λευκὸν καὶ καθόλου ἡ ποιότης τῷ μηδ’ ὅλως πόρον ἔχειν.

Δεύτερον δὲ ἄπειρον λέγεται τὸ διέξοδον ἔχον ἀτελεύτητον, οὗπερ οὐκ ἔστι ποτὲ πέρας εὑρεῖν, οὐ τῷ μὴ δύνασθαι ἡμᾶς αὐτὸ διεξελθεῖν, ἀλλὰ τῷ αὐτὸ μηδέποτε ἀπολήγειν κατὰ τὴν ἔκτασιν μηδὲ περατοῦσθαι τὸ μέγεθος.

Τρίτον δὲ λέγομεν ἄπειρον, ὃ πέρας μὲν ἔχει, ἡμῖν δὲ διὰ δυσχέρειαν οὐ κατείληπται. τοῦτο δὲ συμβαίνει διχῶς, ἢ διὰ τὸ ποσὸν ἢ διὰ τὸ ποιόν. οὕτως οὖν ἄπειρον λέγομεν τὸν λαβύρινθον οὐ τῷ μὴ ἔχειν πέρας τι τῆς ὁδοῦ, ἀλλὰ τῷ σκολιὸν εἶναι καὶ διὰ τοῦτο δυσέκβατον. λέγομεν δε καὶ τὸν ὠκεανὸν ἄπειρον εἶναι διὰ τὸ μὴ δύνασθαι ἡμᾶς διὰ τὸ πολλὴν εἶναι τὴν ἔκτασιν διεξελθεῖν αὐτόν, αὐτοῦ γε πάντως ἀποπερατουμένου.

Developed by White Dynamics