Πώς λέγεται η έξις

   cover

 

 Ἡ γὰρ ἕξις πολλαχῶς λέγεται· καὶ γὰρ ἡ δύναμις καὶ ἡ διάθεσις καὶ ἡ ἐπιστήμη ἕξις λέγεται. ἕνα μὲν οὖν τρόπον ἕξις λέγεται ἱκανότης καθ’ ἣν τὸ ἔχον ἐνεργεῖ καὶ ἔχει, ἱκανότης μὲν τοῦ πεφυκότος δεκτικοῦ, ἐν ᾧ δὲ πέφυκεν ὑπάρχειν καὶ ὅτε πέφυκεν ἔχειν, οἷον ἡ ὄψις τοῦ ὀφθαλμοῦ· ἥ τε γὰρ ὄψις ἕξις τοῦ ὀφθαλμοῦ ἐστι, καὶ τὸ ὁρᾶν κατ’ αὐτὴν γίνεται. 

Τι εστί αρετή

hercules-1412EC8917042D2F6F3Ἔστιν ἄρα ἡ ἀρετὴ ἕξις προαιρετική, ἐν μεσότητι οὖσα τῇ πρὸς ἡμᾶς, ὡρισμένῃ λόγῳ καὶ ὡς ἂν ὁ φρόνιμος ὁρίσειεν. μεσότης δὲ δύο κακιῶν, τῆς μὲν καθ’ ὑπερβολὴν τῆς δὲ κατ’ ἔλλειψιν· καὶ ἔτι τῷ τὰς μὲν ἐλλείπειν τὰς δ’ ὑπερβάλλειν τοῦ δέοντος ἔν τε τοῖς πάθεσι καὶ ἐν ταῖς πράξεσι, τὴν δ’ ἀρετὴν τὸ μέσον καὶ εὑρίσκειν καὶ αἱρεῖσθαι.

Τι είναι το είδος

o-aristotle-facebookΕτυμολογικώς προέρχεται από το άχρηστο ρήμα εἴδω = βλέπω, από το οποίο και ο ΑΟΡ β΄ του ὁράω-ῶ εἶδον και σημαίνει αυτό που φαίνεται, το σχήμα, η μορφή. Από το ίδιο ρήμα όμως προέρχεται και ο β΄ παρακείμενος οἶδα με σημασία ενεστώτα, που σημαίνει γνωρίζω, έχω γνώση τινός. Τίνος όμως; Μα

Τι προτιμότερο, να θέλεις κάποια και να μην μπορείς να συνευρεθείς μαζί της ή να μην τη θέλεις και να μπορείς;

APULIA_ANTICHI_VASI_GRECIΈστω Α να θέλεις κάποια και Δ να μπορείς να συνευρεθείς μαζί της, τα οποία είναι αμφότερα αιρετά, Β και Γ τα αντικείμενα αυτών, δηλαδή να μην τη θέλεις και να μην μπορείς να συνευρεθείς μαζί της αντίστοιχα. Εάν το Α είναι περισσότερο αιρετό του Δ, τότε και το Β θα είναι περισσότερο αποφευκτό του Γ, καθώς το Β αντίκειται στο Α ως εναντίον του, και ομοίως το Γ στο Δ.

Είναι άραγε η μάθηση ανάμνηση;

Marble statue of the ancient greek philosopher PlatoΣτον διάλογο “Μένων” ο Σωκράτης πραγματευόμενος την αρετή συν τοις άλλοις εκφέρει την πεποίθηση ότι η μάθηση είναι ανάμνηση των πάλαι ποτέ εγνωσμένων της ψυχής, μιας και αυτή, καθώς είναι αθάνατη και πολλάκις ξαναγεννιέται, γνωρίζει τα πάντα, δεσμευόμενη όμως στο σώμα κατά την “εδώ” γένεση ξεχνά· γι’ αυτό και δεν είναι καθόλου παράξενο και περί αρετής και περί των άλλων να μπορεί αυτή να θυμηθεί αυτά που πρωτύτερα γνώριζε, διότι, καθώς όλα στη φύση είναι συγγενή και όλα τα έχει μάθει η ψυχή, τίποτε δεν εμποδίζει κάποιον από το να ανακαλύψει ο ίδιος όλα τα υπόλοιπα, μολονότι θυμήθηκε ένα μόνο πράγμα, φθάνει μόνο να έχει θάρρος και να μην κουράζεται να ερευνά· διότι η μάθηση και η ζήτηση είναι καθ’ ολοκληρίαν ανάμνηση.

Σε τι διαφέρει το καθεαυτό από το κατά συμβεβηκός αίτιο

arxaioi-ellines-laptopTῶν δ’ αἰτίων τὰ μέν ἐστι καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός. ὥσπερ γὰρ καὶ ὄν ἐστι τὸ μὲν καθ’ αὑτὸ τὸ δὲ κατὰ συμβεβηκός, οὕτω καὶ αἴτιον, οἷον τῷ μὲν ἀνθρώπῳ τὸ ζῷον καθ’ αὑτὸ ὑπάρχει, τὸ δὲ λευκὸν κατὰ συμβεβηκός· τὸ μὲν γὰρ ζῷον κατὰ παντὸς ἀνθρώπου κατηγορεῖται, τὸ δὲ λευκὸν οὔ. κυρίως γὰρ καὶ ἐν τὸ τί ἐστι τὸ ζῷον τἀνθρώπου κατηγορείται, τὸ δὲ λευκὸν οὐ κυρίως ἀλλὰ κατὰ συμβεβηκός· οὐ γὰρ πᾶς ἄνθρωπος λευκός, ἀλλ’ ἔστιν εὑρεῖν τινα καὶ λευκὸν καὶ φαλακρὸν καὶ σιμόν· συμβέβηκε γὰρ τῷδέ τινι λευκῷ ἢ φαλακρῷ ἢ σιμῷ εἶναι.

Σε τι διαφέρει η πράξη από την ποίηση

la-statue-de-zeus-mΤῶν δ΄ ἐνδεχομένων καὶ ἄλλως ἔχειν ἔστι τινὰ καὶ ποιητὰ καὶ πρακτά· καὶ τῶν πρακτῶν τὰ μὲν κατὰ προαίρεσιν γίνεται τὰ δὲ κατὰ τέχνην. ὅσων μὲν γὰρ πράξεων ἕτερόν τι παρ’ αὐτὴν τὴν ἐνέργειαν γίνεται, τούτων ἡ τέχνη ἐστὶν ἀρχή, οἷον ἐπὶ τῆς ἰατρικῆς· τῆς γὰρ ἰατρικῆς ἕτερόν τι παρ’ αὐτὴν τὴν τοῦ ἰατροῦ ἐνέργειαν γίνεται· ἡ γὰρ ὑγεία τέλος ἐστὶ τῆς ἰατρικῆς καὶ ἕπεται τῇ ἐνεργείᾳ. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς στρατηγικῆς· ἡ γὰρ νίκη ἕπεται τῇ τῆς στρατηγικῆς ὡς ἕτερον παρὰ τὴν ἐνέργειαν τέλος.

Σε τι διαφέρει ο κολασμός από την τιμωρία

punishment

Read English version here!

Ἡ μὲν κόλασις τοῦ πάσχοντος ἕνεκά ἐστιν, ἡ δὲ τιμωρία τοῦ ποιοῦντος. λέγεται γὰρ ἡ μὲν κόλασις ἐπὶ τοῦ πάσχοντος ὡς κωλύουσα τὴν ἄλογον ὁρμὴν αὐτοῦ, ἡ δὲ τιμωρία ἐπὶ τοῦ ποιοῦντος, ἵνα ἀποπληρωθῇ· διὰ τοῦτο γὰρ τιμωρεῖ, ἵνα πληρώσῃ ἣν εἶχεν ὄρεξιν τοῦ ἀντιλυπῆσαι τὸν ὀργίσαντα αὐτόν, ἡ δὲ ὁργὴ ὄρεξίς ἐστιν μετὰ λύπης τιμωρίας φαινομένης διὰ φαινομένην ὀλιγωρίαν τῶν εἰς αὐτὸν ἢ τῶν αὐτοῦ μὴ προσήκουσαν. διὸ ὅ τε πατὴρ καὶ ὁ διδάσκαλος τὸ πλέον κολάζει, ὁ δὲ ἄρχων καὶ ὁ νόμος τιμωρεῖ.

Την αρετή του σώματος πολλοί αγάπησαν, της ψυχής όμως λίγοι

DSC00057Κἀκεῖνό φημι, τὴν μὲν τοῦ σώματος ἀρετὴν πολλοὶ ἠγάπησαν, τὴν δὲ τῆς ψυχῆς καὶ πάνυ ὀλίγοι· τὴν μὲν γὰρ ἅπασιν ἔστιν ἰδεῖν, τὴν δὲ τοῖς ἐπισταμένοις μόνοις. σημεῖον δὲ ἡ διὰ τῶν αἰσθήσεων τέρψις· ἀεὶ γὰρ αἰσθόμενοι χαίρουσιν, ἡ δὲ αἴσθησις κρίσις τις. ἐπὶ μέντοι τῆς ψυχῆς οὐδὲν ἔστιν δῆλον ἄλλο, εἰ μὴ τὰς αὑτῆς πράξεις, αἱ δὲ πράξεις ἐνέργειαί τινες μετὰ λόγου, διὸ ἀγνοοῦντες τί δίκαιον καὶ τί ἀνδρεῖον οὐχ οἷόν τε κρῖναι. λέγω δὲ ἀρετὴν μὲν σώματος, μέγεθος, ἰσχύν, κάλλος, ψυχῆς δέ, φρόνησιν, σωφροσύνην, ἀνδρείαν, δικαιοσύνην. κἂν μέν τινες φάσκωσι τὴν τῆς ψυχῆς ἀρετὴν μὴ διδακτὴν εἶναι, μαθέτω διαμαρτάνειν· ἐπὶ μὲν γὰρ τῶν σωματικῶν ἢ ἡ φύσις ἢ ἡ τύχη αἰτία, ἐπὶ δὲ τῶν ψυχικῶν μᾶλλον ἡμεῖς ἢ ἡ φύσις· ἀεὶ γὰρ προαιρούμενοι καὶ εἰδότες πράττομεν τὰ τῆς ἀρετῆς ἔργα, ἡ δὲ εἴδησις μάθησίς τις. διὸ καὶ εἰ μέλον ὑμῖν τινος, δέον οὐχὶ τοῦ σώματος τόσον ὅσον τῆς ψυχῆς· ἡ μὲν γὰρ φθίνει σὺν τῇ τοῦ σώματος φθορᾷ, ἡ δὲ αὔξει σὺν τῇ ὡριμάσει τῆς ψυχῆς· καὶ εἰ ἔνι θεῖόν τι ἡμῖν ἢ ἀθάνατον, τοῦτ’ ἂν εἴη μᾶλλον ἥ γε ψυχὴ ἢ τὸ σῶμα.

Περί της δόξης των προγόνων μας

06Πολλάκις μὲν ἐθαύμασα τὴν ἡμετέρων προγόνων δόξαν, πολὺ δὲ μάλιστα τὴν ἐκείνων ἀρετήν· ὅθι μὲν γὰρ οἱ ἄλλοι ἔφευγον ἐκεῖνοι ἔμενον, ὅθι δ’ οἱ ἄλλοι ἔσπευδον ἐκεῖνοι μετ’ εὐλαβείας. ὁρῶ δὲ καὶ ὑμᾶς τἄναντία πράττειν, ἀπειλούμενοι φοβεῖσθε, χαριζόμενοι σπεύδετε. οὐ μήν τε λέγω μὴ φοβεῖσθαι μηδὲ λαμβάνειν, εἰ μὴ τοῦτο μόνον, πρὸ τοῦ σπεύδειν ἰδὲ μή ποτ’ ἀντί τινος ἔδωκαν, καὶ πρὸ τῆς ἀπειλῆς γνῶθι τί δέον φοβεῖσθαι καὶ ὁπότε. καὶ εἰ ἔστιν ὑμῖν κόσμος τις, οὐ διότι φέρετε τὸ τῶν Ἑλλήνων ὄνομα, ἀλλ’ ὅτι δι’ αὐτῶν τὰς τούτων πράξεις. διὸ καὶ ὁρᾶτε οὐ μόνον τὰ ὑπ’ αὐτῶν πραχθέντα, ἀλλὰ καὶ τὰς ἑαυτῶν καταθήκας· ὑμεῖς γὰρ ἐστέ, ἐκεῖνοι δὲ ἦσαν. ἀλλὰ μὴν φορὰ τίς ἐστιν ἐν τοῖς γένεσιν ἀνδρῶν ὥσπερ ἐν τοῖς κατὰ τὰς χώρας γινομένοις, καὶ ἐνίοτε ἂν ᾖ ἀγαθὸν τὸ γένος, ἐγγίνονται διά τινος χρόνου ἄνδρες περιττοί, κἄπειτα πάλιν ἀναδίδωσιν· ἐξίσταται γὰρ τὰ εὐφυᾶ γένη εἰς εὐτελῆ. ἀλλ’ οὖν θαρρεῖτε· ἔσται γὰρ ὁ καιρός, ἐν ᾧ ἄνδρες ἀγαθοὶ ἀναγενήσονται. κἂν μήπω ἐγγύς, μὴ ῥαθυμεῖτε μηδὲ παρίετε, ἀλλ’ ἐργάσασθε ἔργον σπουδαῖον, τηρεῖν τοιαύτην τὴν φλόγαν, ἥτις ποτ’ ἀνάψει φάρον ἀγλαόν. τίς δ’ αὑτηί; ἥ γε ἀρχαία ἡμῶν φωνήν· ὅ τε γὰρ λόγος ἀρχὴ πράξεως καὶ βελτίστης πράξεως βέλτιστος λόγος, βέλτιστος δὲ ἐν βελτίστῃ φωνῇ. δι’ αὐτὰ δὲ ταῦτα φυλάξατε τόνδε τὸν σπόρον, ὃς ἄν ποτ’ ἐλθὼν καταβληθείς, πάλιν φῦναι ποιήσει ἄνδρας περιττούς.

Σελίδα 6 από 8
Developed by White Dynamics