Τα είδη των αιτίων

121020141027

Read English version here!

Τὰ δὲ αἴτια πολλαχῶς λέγεται. ἕνα μὲν οὖν τρόπον αἴτιον λέγεται τὸ ἐξ οὗ γίνεταί τι ἐνυπάρχοντος, οἷον ὁ χαλκὸς τοῦ ἀνδριάντος καὶ ὁ λίθος τῆς οἰκίας καὶ τὰ τούτων γένη· ἄλλον δὲ τὸ εἶδος καὶ τὸ παράδειγμα· τοῦτο δ’ ἐστὶν ὁ λόγος ὁ τοῦ τί ἦν εἶναι καὶ τὰ τούτου γένη, οἷον τοῦ διὰ πασῶν τὰ δύο πρὸς ἕν, καὶ ὅλως ὁ ἀριθμός καὶ τὰ μέρη τὰ ἐν τῷ λόγῳ. ἔτι ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἡ πρώτη ἢ τῆς ἠρεμήσεως, οἷον ὁ βουλεύσας αἴτιος καὶ ὁ πατὴρ τοῦ τέκνου, καὶ ὅλως τὸ ποιοῦν τοῦ ποιουμένου καὶ τὸ μεταβάλλον τοῦ μεταβαλλομένου. ἔτι ὡς τὸ τέλος· τοῦτο δ’ ἐστὶν τὸ οὗ ἕνεκα, οἷον τοῦ περιπατεῖν ἡ ὑγίεια· διὰ τί γὰρ περιπατεῖ; φαμέν ἵνα ὑγιαίνῃ, καὶ εἰπόντες οὕτως οἰόμεθα ἀποδεδωκέναι τὸ αἴτιον.

Βασικές αρχές δημοκρατίας

a089a32f3e9ae96ded7913196ac1f823

Read English version here!

Ὑπόθεσις μὲν οὖν τῆς δημοκρατικῆς πολιτείας ἐλευθερία (τοῦτο γὰρ λέγειν εἰώθασιν͵ ὡς ἐν μόνῃ τῇ πολιτείᾳ ταύτῃ μετέχοντας ἐλευθερίας· τούτου γὰρ στοχάζεσθαί φασι πᾶσαν δημοκρατίαν)· ἐλευθερίας δὲ ἓν μὲν τὸ ἐν μέρει ἄρχεσθαι καὶ ἄρχειν. καὶ γὰρ τὸ δίκαιον τὸ δημοτικὸν τὸ ἴσον ἔχειν ἐστὶ κατ΄ ἀριθμὸν ἀλλὰ μὴ κατ΄ ἀξίαν͵ τούτου δ΄ ὄντος τοῦ δικαίου τὸ πλῆθος ἀναγκαῖον εἶναι κύριον͵ καὶ ὅ τι ἂν δόξῃ τοῖς πλείοσι͵ τοῦτ΄ εἶναι τέλος καὶ τοῦτ΄ εἶναι τὸ δίκαιον· φασὶ γὰρ δεῖν ἴσον ἔχειν ἕκαστον τῶν πολιτῶν· ὥστε ἐν ταῖς δημοκρατίαις συμβαίνει κυριωτέρους εἶναι τοὺς ἀπόρους τῶν εὐπόρων· πλείους γάρ εἰσι͵ κύριον δὲ τὸ τοῖς πλείοσι δόξαν. ἓν μὲν οὖν τῆς ἐλευθερίας σημεῖον τοῦτο͵ ὃν τίθενται πάντες οἱ δημοτικοὶ τῆς πολιτείας ὅρον͵ ἓν δὲ τὸ ζῆν ὡς βούλεταί τις· τοῦτο γὰρ τῆς ἐλευθερίας ἔργον εἶναί φασιν͵ εἴπερ τοῦ δουλεύοντος τὸ ζῆν μὴ ὡς βούλεται.

Τα προσόντα που απαιτούνται για την άσκηση των ανώτερων εξουσιών

poios

Read English version here!

Τρία δέ τινα χρὴ ἔχειν τοὺς μέλλοντας ἄρξειν τὰς κυρίας ἀρχάς, πρῶτον μὲν φιλίαν πρὸς τὴν καθεστῶσαν πολιτείαν, ἔπειτα δύναμιν μεγίστην τῶν ἔργων τῆς ἀρχῆς, τρίτον δ’ ἀρετὴν καὶ δικαιοσύνην ἐν ἑκάστῃ πολιτείᾳ τὴν πρὸς τὴν πολιτείαν· εἰ γὰρ μὴ ταὐτὸν τὸ δίκαιον κατὰ πάσας τὰς πολιτείας, ἀνάγκη καὶ τῆς δικαιοσύνης εἶναι διαφοράς. ἔχει δ’ ἀπορίαν, ὅταν μὴ συμβαίνῃ ταῦτα πάντα περὶ τὸν αὐτόν, πῶς χρὴ ποιεῖσθαι τὴν αἵρεσιν· οἷον εἰ στρατηγικὸς μέν τις εἴη, πονηρὸς δὲ καὶ μὴ τῇ πολιτείᾳ φίλος, ὁ δὲ δίκαιος καὶ φίλος, πῶς δεῖ ποιεῖσθαι τὴν αἵρεσιν;

Τι εστί φύσις

ruins-of-chersonesos-crimea-700x466

Read English version here!

Τῶν ὄντων τὰ μέν ἐστι φύσει͵ τὰ δὲ δι΄ ἄλλας αἰτίας͵ φύσει μὲν τά τε ζῷα καὶ τὰ μέρη αὐτῶν καὶ τὰ φυτὰ καὶ τὰ ἁπλᾶ τῶν σωμάτων͵ οἷον γῆ καὶ πῦρ καὶ ἀὴρ καὶ ὕδωρ (ταῦτα γὰρ εἶναι καὶ τὰ τοιαῦτα φύσει φαμέν)͵ πάντα δὲ ταῦτα φαίνεται διαφέροντα πρὸς τὰ μὴ φύσει συνεστῶτα. τούτων μὲν γὰρ ἕκαστον ἐν ἑαυτῷ ἀρχὴν ἔχει κινήσεως καὶ στάσεως͵ τὰ μὲν κατὰ τόπον͵ τὰ δὲ κατ΄ αὔξησιν καὶ φθίσιν͵ τὰ δὲ κατ΄ ἀλλοίωσιν· κλίνη δὲ καὶ ἱμάτιον͵ καὶ εἴ τι τοιοῦτον ἄλλο γένος ἐστίν͵ ᾗ μὲν τετύχηκε τῆς κατηγορίας ἑκάστης καὶ καθ΄ ὅσον ἐστὶν ἀπὸ τέχνης͵ οὐδεμίαν ὁρμὴν ἔχει μεταβολῆς ἔμφυτον͵ ᾗ δὲ συμβέβηκεν αὐτοῖς εἶναι λιθίνοις ἢ γηΐνοις ἢ μικτοῖς ἐκ τούτων͵ ἔχει͵ καὶ κατὰ τοσοῦτον͵ ὡς οὔσης τῆς φύσεως ἀρχῆς τινὸς καὶ αἰτίας τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν ἐν ᾧ ὑπάρχει πρώτως καθ΄ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός.

Τι εστί ψυχή

12102014935

Read English version here!

Λέγομεν δὴ γένος ἕν τι τῶν ὄντων τὴν οὐσίαν͵ ταύτης δὲ τὸ μὲν ὡς ὕλην͵ ὃ καθ΄ αὑτὸ μὲν οὐκ ἔστι τόδε τι͵ ἕτερον δὲ μορφὴν καὶ εἶδος͵ καθ΄ ἣν ἤδη λέγεται τόδε τι͵ καὶ τρίτον τὸ ἐκ τούτων. ἔστι δ΄ ἡ μὲν ὕλη δύναμις͵ τὸ δ΄ εἶδος ἐντελέχεια͵ καὶ τοῦτο διχῶς͵ τὸ μὲν ὡς ἐπιστήμη͵ τὸ δ΄ ὡς τὸ θεωρεῖν. οὐσίαι δὲ μάλιστ΄ εἶναι δοκοῦσι τὰ σώματα͵ καὶ τούτων τὰ φυσικά· ταῦτα γὰρ τῶν ἄλλων ἀρχαί. τῶν δὲ φυσικῶν τὰ μὲν ἔχει ζωήν͵ τὰ δ΄ οὐκ ἔχει· ζωὴν δὲ λέγομεν τὴν δι΄ αὑτοῦ τροφήν τε καὶ αὔξησιν καὶ φθίσιν. ὥστε πᾶν σῶμα φυσικὸν μετέχον ζωῆς οὐσία ἂν εἴη͵ οὐσία δ΄ οὕτως ὡς συνθέτη.

Σε τι διαφέρει η επιστήμη από τη δόξα

ffusikoi-epistimones

Read English version here!

Διαφέρει δὲ ἐπιστήμη δόξης, ὅτι ἡ μὲν ἐπιστήμη ὑπόληψίς ἐστιν ἀμετάπειστος καὶ ἀεὶ ὡσαύτως ἔχουσα, ἡ δὲ δόξα ὑπόληψις ἣν ἐνδέχεται καὶ ἄλλως ἔχειν, οἷον περὶ Σωκράτους καὶ ἡ ἐπιστήμη καὶ ἡ δόξα ὑπολαμβάνει ὅτι ἄνθρωπός ἐστιν, καὶ ταύτῃ ἄμφω ἀληθεύει. ἀλλ’ ἡ μὲν ἐπιστήμη ὅπερ ἄνθρωπον εἶναι λέγει τὸν Σωκράτην, ταὐτὸν δέ ἐστιν εἰπεῖν μὴ εἶναι μὴ ἄνθρωπον, τοῦτο δέ ἐστι τὸ ἀδύνατον εἶναι μὴ εἶναι ἄνθρωπον, ἡ δὲ δόξα ὡς ἐνδέχεται καὶ μὴ εἶναι ἄνθρωπον. ταύτῃ οὖν ἡ διαφορὰ κατὰ τὸν τρόπον τῆς ὑπολήψεως.

Εάν ο λόγος και η γνώμη μεταβάλλεται ή όχι

ImageHandler

Read English version here!

Ἀπορήσειε δ’ ἄν τις πότερον τὸν λόγον καὶ τὴν δόξαν τῶν κινητῶν εἶναι ἢ μή· δοκεῖ γὰρ ὁ αὐτὸς λόγος ἀληθής τε καὶ ψευδὴς εἶναι, οἷον εἰ ἀληθὴς εἴη ὁ λόγος τὸ καθῆσθαί τινα, ἀναστάντος αὐτοῦ ὁ αὐτὸς οὗτος ψευδὴς ἔσται. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς δόξης· εἰ γάρ τις ἀληθῶς δοξάζοι τὸ καθῆσθαί τινα, ἀναστάντος αὐτοῦ ψευδῶς δοξάσει τὴν αὐτὴν ἔχων περὶ αὐτοῦ δόξαν. ὥστ’ ἔσται ταῦτα μεταβάλλοντα, ἐπειδή περ ἓν καὶ ταὐτὸν ὄντα τῷ ἀριθμῷ τῶν ἐναντίων δεκτικὰ ἐστίν.

Περί δυνατού και αναγκαίου

image

Read English version here!

Ἀπορήσειε δ΄ ἄν τις εἰ τῷ ἀναγκαῖον εἶναι τὸ δυνατὸν εἶναι ἕπεται. εἴ τε γὰρ μὴ ἕπεται͵ ἡ ἀντίφασις ἀκολουθήσει͵ τὸ μὴ δυνατὸν εἶναι· καὶ εἴ τις ταύτην μὴ φήσειεν εἶναι ἀντίφασιν͵ ἀνάγκη λέγειν τὸ δυνατὸν μὴ εἶναι· ἅπερ ἄμφω ψευδῆ κατὰ τοῦ ἀναγκαῖον εἶναι. ἀλλὰ μὴν πάλιν τὸ αὐτὸ εἶναι δοκεῖ δυνατὸν τέμνεσθαι καὶ μὴ τέμνεσθαι καὶ εἶναι καὶ μὴ εἶναι͵ ὥστε ἔσται τὸ ἀναγκαῖον εἶναι ἐνδεχόμενον μὴ εἶναι· τοῦτο δὲ ψεῦδος. φανερὸν δὴ ὅτι οὐ πᾶν τὸ δυνατὸν ἢ εἶναι ἢ βαδίζειν καὶ τὰ ἀντικείμενα δύναται͵ ἀλλ΄ ἔστιν ἐφ΄ ὧν οὐκ ἀληθές, πρῶτον μὲν ἐπὶ τῶν μὴ κατὰ λόγον δυνατῶν͵ οἷον τὸ πῦρ θερμαντικὸν καὶ ἔχει δύναμιν ἄλογον. αἱ μὲν οὖν μετὰ λόγου δυνάμεις αἱ αὐταὶ πλειόνων καὶ τῶν ἐναντίων͵ αἱ δ΄ ἄλογοι οὐ πᾶσαι͵ ἀλλ΄ ὥσπερ εἴρηται͵ τὸ πῦρ οὐ δυνατὸν θερμαίνειν καὶ μή͵ οὐδ΄ ὅσα ἄλλα ἐνεργεῖ ἀεί. ἔνια μέντοι δύναται καὶ τῶν κατὰ τὰς ἀλόγους δυνάμεις ἅμα τὰ ἀντικείμενα δέξασθαι, οἷον τὸ ἱμάτιον διατμηθῆναί τε καὶ μὴ διατμηθῆναι ὁμοίως δυνατόν.

Τα σημαινόμενα του προτέρου

o-theos-apo-ti-thalassa

Πρότερον ἕτερον ἑτέρου λέγεται τετραχῶς͵ πρῶτον μὲν καὶ κυριώτατα κατὰ χρόνον͵ καθ΄ ὃ πρεσβύτερον ἕτερον ἑτέρου καὶ παλαιότερον λέγεται· τῷ γὰρ τὸν χρόνον πλείω εἶναι καὶ πρεσβύτερον καὶ παλαιότερον λέγεται. δεύτερον δὲ τὸ μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν͵ οἷον τὸ ἓν τῶν δύο πρότερον· δυoῖν μὲν γὰρ ὄντων ἀκολουθεῖ εὐθὺς τὸ ἓν εἶναι͵ ἑνὸς δὲ ὄντος οὐκ ἀναγκαῖον δύο εἶναι͵ ὥστε οὐκ ἀντιστρέφει ἀπὸ τοῦ ἑνὸς ἡ ἀκολούθησις τοῦ εἶναι τὸ λοιπόν. πρότερον δὲ δοκεῖ τὸ τοιοῦτον εἶναι ἀφ΄ οὗ μὴ ἀντιστρέφει ἡ τοῦ εἶναι ἀκολούθησις.

Ομώνυμα, συνώνυμα, πολυώνυμα, ετερώνυμα, παρώνυμα

Plato and Aristotle

Read English version here!

Ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν͵ ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος͵ οἷον ζῷον ὅ τε ἄνθρωπος καὶ τὸ γεγραμμένον· τούτων γὰρ ἡ μὲν ὀνομασία κοινή (ζῷον γὰρ ἐρεῖς ἑκάτερον)͵ ὁ δὲ ὁρισμὸς οὐκέτι ὁ αὐτός· τὸ μὲν γὰρ ὁριζόμενος ἐρεῖς οὐσία ἔμψυχος αἰσθητική͵ τὸ δὲ μίμημα οὐσίας ἐμψύχου αἰσθητικῆς.

Σελίδα 5 από 8
Developed by White Dynamics