Τι είναι κίνηση και ποια τα είδη αυτής

BenQ Digital Camera

Read English version here!

Διῃρημένου δὲ καθ’ ἕκαστον γένος τοῦ μὲν ἐντελεχείᾳ τοῦ δὲ δυνάμει, ἡ τοῦ δυνάμει ὄντος ἐντελέχεια, ᾗ τοιοῦτον, κίνησίς ἐστιν, οἷον τοῦ μὲν ἀλλοιωτοῦ, ᾗ ἀλλοιωτόν, ἀλλοίωσις, τοῦ δὲ αὐξητοῦ καὶ τοῦ ἀντικειμένου φθιτοῦ (οὐδὲν γὰρ ὄνομα κοινὸν ἐπ’ ἀμφοῖν) αὔξησις καὶ φθίσις, τοῦ δὲ γενητοῦ καὶ φθαρτοῦ γένεσις καὶ φθορά, τοῦ δὲ φορητοῦ φορά. ὅτι δὲ τοῦτό ἐστιν ἡ κίνησις, ἐντεῦθεν δῆλον. ὅταν γὰρ τὸ οἰκοδομητόν, ᾗ τοιοῦτον αὐτὸ λέγομεν εἶναι, ἐντελεχείᾳ ᾖ, οἰκοδομεῖται, καὶ ἔστι τοῦτο οἰκοδόμησις· ὁμοίως δὲ καὶ μάθησις καὶ ἰάτρευσις καὶ κύλισις καὶ ἅλσις καὶ ἅδρυνσις καὶ γήρανσις.

Πώς λέγεται το «μάταια»

121020141054

Read English version here!

Μάτην δὲ ἐκεῖνα λέγονται εἶναι, οἷς οὐκ ἀπαντᾷ τὸ τέλος οὗ ἕνεκα γίνεται, οἷον εἰ τὸ βαδίσαι λαπάξεως ἕνεκά ἐστιν, εἰ δὲ μὴ ἐγένετο βαδίσαντι, μάτην φαμὲν βαδίσαι καὶ ἡ βάδισις ματαία, ὡς τοῦτο ὄν τὸ μάτην, τὸ πεφυκὸς μὲν ἄλλου ἕνεκα γίνεσθαι, ἀποτυγχάνον δὲ τοῦ τέλους. εἰ τοίνυν τοῦτό ἐστι τὸ μάτην, καλῶς ἄρα τὸ αὐτόματον παρὰ τὸ αὐτὸ μάτην εἶναι ἐσχημάτισται. λέγομεν γὰρ ἐκ ταὐτομάτου γενέσθαι τὸν λίθον ἐπιτήδειον πρὸς καθέδραν, ὡς δὴ τοῦ αὐτομάτου αἰτίου αὐτῷ τούτου γενομένου· ἦν μὲν γὰρ τῆς μὲν ἐπὶ τὸ κάτω φορᾶς τέλος φυσικὸν τὸ γενέσθαι ἐν τῷ οἰκείῳ τόπῳ, ἐπηκολούθηκε δὲ τῇ τοιαύτῃ ὁρμῇ ἕτερόν τι τέλος κατὰ συμβεβηκὸς τὸ πρὸς καθέδραν αὐτὸν εἶναι. ἐπεὶ οὖν ἡ ἐπὶ τὸ κάτω φορὰ τοῦ λίθου αἰτία κατὰ συμβεβηκὸς τοῦ τοιούτου σχήματος γέγονε, λέγεται αὐτὴ αὐτόματον, ὡς αὐτὴ μάτην γεγονυῖα ὡς πρὸς τὸ ἐκβὰν κατὰ συμβεβηκὸς τέλος.

Πώς μπορεί να γίνει κάτι εκ του μη όντος

DSC00013

Read English version here!

Ἐπεὶ δὲ τὸ γινόμενον ἅπαν ἢ ἐξ ὄντος γίνεται ἢ ἐκ μὴ ὄντος, ἐκ δὲ τούτων ἀμφοτέρων ἀδύνατον γενέσθαι· οὔτε γὰρ ἐξ ὄντος δυνατὸν γενέσθαι (εἶναι γὰρ ἤδη), οὔτε ἐκ μὴ ὄντος (ἀδύνατον γὰρ ἐκ μὴ προϋποκειμένου τινὸς γενέσθαι τι), ἔδοξέ τισιν ἤτοι οὐδὲν τῶν ὄντων οὔτε γίνεσθαι οὔτε φθείρεσθαι ἢ τὸ μὴ ὂν εἶναι. ἡμεῖς δὲ λύσομεν τὴν τούτων ἀπορίαν ἀρξάμενοι τὸ πρῶτον ἐκ τοῦ ποσαχῶς τὸ ὂν λέγεται.

Τι είναι και πώς έχει το άτοπο

Aristotle-at-university-of-thessaloniki-greece-H

Read English version here!

Ἄτοπόν ἐστιν ὃ μὴ ἄν τις τοπάσειε διὰ τὸ μὴ ἔχεσθαι λόγου καὶ ἀκολουθίας τινός· τῷ οὖν ἀτόπῳ τὸ εὔλογον ἀντίκειται, τῷ δὲ ἀδυνάτῳ τὸ ἀναγκαῖον. ἐπίτασις δέ ἐστι τοῦ ἀτόπου τὸ ἀδύνατον· τὸ μὲν γὰρ ἄτοπον ἴσως ἄν ποτε καὶ γένοιτο, οἷον οὐδεὶς ὑπονοήσειε πάντας ἀνθρώπους λούεσθαι· τὸ οὖν τοῦτο ὑπονοεῖν ἔστι μὲν ψεῦδος, οὐκ ἀδύνατον δέ, τὸ δὲ ἀδύνατον καὶ ψεῦδός ἐστι καὶ ἀδύνατον, οἷον εἴ τις εἴποι τὸν ἄνθρωπον πτερωτὸν εἶναι· τοῦτο γὰρ ἐπιτεταμένον ἐστὶ ψεῦδος, διότι πρὸς τῷ ψεύδει καὶ τὸ ἀδύνατον ἔχει.

Πάσα διδασκαλία και πάσα μάθηση διανοητική εκ προϋπαρχούσης γίνεται γνώσεως

img02_01

Read English version here!

Εἰ δὲ τοῦτο, ἔστι δὲ καὶ ἡ ἀπόδειξις διδασκαλία τις καὶ μάθησις, καὶ ἡ ἀπόδειξις ἄρα ἐκ προϋπαρχούσης λαμβάνεται γνώσεως, τουτέστιν ἐκ κοινῶν ἐννοιῶν. ἀδύνατον γὰρ ἄλλως ἀποδεῖξαι μὴ πρότερον λαβόντας ἡμᾶς ἐκ κοινῶν ἐννοιῶν προτάσεις τινὰς ὁμολογουμένας· ὥσπερ γὰρ οὐ δυνατὸν ἐπὶ τῶν γεωμετρικῶν θεωρημάτων κατασκευάσαι ὅτι αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζους εἰσί πρὸ τοῦ γνῶναι τὸ ἁπλῶς τρίγωνον ἢ τὴν ἁπλῶς γωνίαν, οὕτως ἀδύνατόν ἐστι γνῶναι ἀπόδειξιν ἄνευ προϋπαρχούσης γνώσεως. αἵ τε γὰρ μαθηματικαὶ τῶν ἐπιστημῶν διὰ τούτου τοῦ τρόπου περαίνονται καὶ τῶν ἄλλων ἑκάστη τεχνῶν. ὁμοίως δὲ καὶ περὶ τοὺς λόγους οἵ τε διὰ συλλογισμῶν καὶ οἱ δι’ ἐπαγωγῆς· ἀμφότεροι γὰρ διὰ προγινωσκομένων ποιοῦνται τὴν διδασκαλίαν, οἱ μὲν λαμβάνοντες ὡς παρὰ ξυνιέντων, οἱ δὲ δεικνύντες τὸ καθόλου διὰ τοῦ δῆλον εἶναι τὸ καθ’ ἕκαστον. ὡς δ’ αὔτως καὶ οἱ ῥητορικοὶ συμπείθουσιν· ἢ γὰρ διὰ παραδειγμάτων, ὅ ἐστιν ἐπαγωγή, ἢ δι’ ἐνθυμημάτων, ὅπερ ἐστὶ συλλογισμός.

Πώς πρέπει να εξετάζουμε την ομοιότητα στα πράγματα

12102014988

Read English version here!

Τὴν δὲ ὁμοιότητα σκεπτέον ἐπί τε τῶν ἐν ἑτέροις γένεσιν͵ ὡς ἕτερον πρὸς ἕτερόν τι͵ οὕτως ἄλλο πρὸς ἄλλο͵ οἷον ὡς ἐπιστήμη πρὸς ἐπιστητόν͵ οὕτως αἴσθησις πρὸς αἰσθητόν (γνωστικαὶ γὰρ τῶν ἀντικειμένων αὐταῖς)· καὶ ὡς ἕτερον ἐν ἑτέρῳ τινί͵ οὕτως ἄλλο ἐν ἄλλῳ͵ οἷον ὡς ὄψις ἐν ὀφθαλμῷ͵ νοῦς ἐν ψυχῇ (δυνάμεις γάρ)͵ καὶ ὡς γαλήνη ἐν θαλάττῃ͵ νηνεμία ἐν ἀέρι (ἑκάτερον γὰρ ἠρεμία). μάλιστα δὲ ἐν τοῖς πολὺ διεστῶσι γυμνάζεσθαι δεῖ· ῥᾷον γὰρ ἐπὶ τῶν λοιπῶν δυνησόμεθα τὰ ὅμοια συνορᾶν. σκεπτέον δὲ καὶ τὰ ἐν τῷ αὐτῷ γένει ὄντα͵ εἴ τι ἅπασιν ὑπάρχει ταὐτόν͵ οἷον ἀνθρώπῳ καὶ ἵππῳ καὶ κυνί· ᾗ γὰρ ὑπάρχει τι αὐτοῖς ταὐτόν (κοινὸν γὰρ αὐτοῖς τὸ πεζόν)͵ ταύτῃ ὅμοιά ἐστιν.

Τι είναι και πώς γίνεται μία κατά φύσιν κατηγορία

mykonos-island-8

Read English version here!

Τῶν πραγμάτων τὰ μὲν καθόλου τὰ δὲ μερικά. λέγω δὲ καθόλου μὲν ὃ ἐπὶ πλειόνων πέφυκε κατηγορεῖσθαι, μερικὰ δὲ εἰς ἃ τοῦτο διαιρεῖται καθ’ ἑκάστου κατηγορούμενον· διὸ τὰ εἴδη εἰκότως μόρια λέγεται τοῦ γένους. κατὰ φύσιν μὲν οὖν κατηγορεῖται τὰ καθόλου τῶν μερικῶν, ὡς ἀνθρώπου τὸ ζῷον· ταῦτα γὰρ τοῖς καθόλου ὑποκεῖσθαι πεφύκασι. ἀλλὰ καὶ τὰ συμβεβηκότα τῶν οὐσιῶν κατὰ φύσιν κατηγορεῖται· φυσικῶς γὰρ ὑποκεῖσθαι εἴωθε τοῖς συμβεβηκόσιν ἡ οὐσία, συμβεβηκότα δὲ ἃ ἐνδέχεται ὑπάρχειν ὁτῳοῦν ἑνὶ καὶ τῷ αὐτῷ καὶ μὴ ὑπάρχειν, οἷον Σωκράτους τὸ  φιλόσοφον ἢ τὸ φαλακρὸν ἢ τὸ σιμὸν ἤ τι τοιοῦτον.

Πώς λέγεται το ψεύδος

12102014926

Read English version here!

Τὸ ψεῦδος λέγεται ἕνα μὲν τρόπον ὡς πρᾶγμα ψεῦδος͵ καὶ τούτου τὸ μὲν τῷ μὴ συγκεῖσθαι ἢ ἀδύνατον εἶναι συντεθῆναι͵ ὥσπερ λέγεται τὸ τὴν διάμετρον εἶναι σύμμετρον ἢ τὸ σὲ καθῆσθαι (τούτων γὰρ ψεῦδος τὸ μὲν ἀεὶ τὸ δὲ ποτέ· οὕτω γὰρ οὐκ ὄντα ταῦτα)͵ τὰ δὲ ὅσα ἔστι μὲν ὄντα͵ πέφυκε μέντοι φαίνεσθαι ἢ μὴ οἷά ἐστιν ἢ ἃ μὴ ἔστιν͵ οἷον ἡ σκιαγραφία καὶ τὰ ἐνύπνια· ταῦτα γὰρ ἔστι μέν τι͵ ἀλλ΄ οὐχ ὧν ἐμποιεῖ τὴν φαντασίαν. πράγματα μὲν οὖν ψευδῆ οὕτω λέγεται͵ ἢ τῷ μὴ εἶναι αὐτὰ ἢ τῷ τὴν ἀπ΄ αὐτῶν φαντασίαν μὴ ὄντος εἶναι.

Με πόσους τρόπους ένα πράγμα λέγεται το ίδιο

Selinunte

Read English version here!

Πρῶτον δὲ πάντων περὶ ταὐτοῦ διοριστέον ποσαχῶς λέγεται. δόξειε δ΄ ἂν τὸ ταὐτὸν ὡς τύπῳ λαβεῖν τριχῇ διαιρεῖσθαι. ἢ γὰρ ἀριθμῷ ἢ εἴδει ἢ γένει τὸ ταὐτὸν εἰώθαμεν προσαγορεύειν, ἀριθμῷ μὲν ὧν ὀνόματα πλείω τὸ δὲ πρᾶγμα ἕν͵ οἷον λώπιον καὶ ἱμάτιον, εἴδει δὲ ὅσα πλείω ὄντα ἀδιάφορα κατὰ τὸ εἶδός ἐστι͵ καθάπερ ἄνθρωπος ἀνθρώπῳ καὶ ἵππος ἵππῳ· τὰ γὰρ τοιαῦτα τῷ εἴδει λέγεται ταὐτά, ὅσα ὑπὸ ταὐτὸ εἶδός ἐστιν. ὁμοίως δὲ καὶ γένει ταὐτά, ὅσα ὑπὸ ταὐτὸ γένος ἐστίν͵ οἷον ἵππος ἀνθρώπῳ. δόξειε δ΄ ἂν τὸ ἀπὸ τῆς αὐτῆς κρήνης ὕδωρ ταὐτὸν λεγόμενον ἔχειν τινὰ διαφορὰν παρὰ τοὺς εἰρημένους τρόπους. οὐ μὴν ἀλλὰ καὶ τὸ τοιοῦτόν γε ἐν τῷ αὐτῷ τετάχθω τοῖς καθ΄ ἓν εἶδος ὁπωσοῦν λεγομένοις· ἅπαντα γὰρ τὰ τοιαῦτα συγγενῆ καὶ παραπλήσια ἀλλήλοις ἔοικεν εἶναι. πᾶν μὲν γὰρ ὕδωρ παντὶ ταὐτὸν τῷ εἴδει λέγεται διὰ τὸ ἔχειν τινὰ ὁμοιότητα, τὸ δ΄ ἀπὸ τῆς αὐτῆς κρήνης ὕδωρ οὐδενὶ ἄλλῳ διαφέρει ἀλλ΄ ἢ τῷ σφοδροτέραν εἶναι τὴν ὁμοιότητα· διὸ οὐ χωρίζομεν αὐτὸ τῶν καθ΄ ἓν εἶδος ὁπωσοῦν λεγομένων.

Τα είδη των συλλογισμών

121020141019

Read English version here!

Ἔστι δὴ συλλογισμὸς λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει διὰ τῶν κειμένων. ἀπόδειξις μὲν οὖν ἐστίν͵ ὅταν ἐξ ἀληθῶν καὶ πρώτων ὁ συλλογισμὸς ᾖ͵ ἢ ἐκ τοιούτων ἃ διά τινων πρώτων καὶ ἀληθῶν τῆς περὶ αὐτὰ γνώσεως τὴν ἀρχὴν εἴληφεν· διαλεκτικὸς δὲ συλλογισμὸς ὁ ἐξ ἐνδόξων συλλογιζόμενος. ἔστι δὲ ἀληθῆ μὲν καὶ πρῶτα τὰ μὴ δι΄ ἑτέρων ἀλλὰ δι΄ αὑτῶν ἔχοντα τὴν πίστιν (οὐ δεῖ γὰρ ἐν ταῖς ἐπιστημονικαῖς ἀρχαῖς ἐπιζητεῖσθαι τὸ διὰ τί͵ ἀλλ΄ ἑκάστην τῶν ἀρχῶν αὐτὴν καθ΄ ἑαυτὴν εἶναι πιστήν), ἔνδοξα δὲ τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς͵ καὶ τούτοις ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς μάλιστα γνωρίμοις καὶ ἐνδόξοις. ἐριστικὸς δ΄ ἐστὶ συλλογισμὸς ὁ ἐκ φαινομένων ἐνδόξων μὴ ὄντων δέ͵ καὶ ὁ ἐξ ἐνδόξων ἢ φαινομένων ἐνδόξων φαινόμενος· οὐ γὰρ πᾶν τὸ φαινόμενον ἔνδοξον καὶ ἔστιν ἔνδοξον. οὐθὲν γὰρ τῶν λεγομένων ἐνδόξων ἐπιπόλαιον ἔχει παντελῶς τὴν φαντασίαν͵ καθὰ περὶ τὰς τῶν ἐριστικῶν λόγων ἀρχὰς συμβέβηκεν ἔχειν· παραχρῆμα γὰρ καὶ ὡς ἐπὶ τὸ πολὺ τοῖς καὶ μικρὰ συνορᾶν δυναμένοις κατάδηλος ἐν αὐτοῖς ἡ τοῦ ψεύδους ἐστὶ φύσις. ὁ μὲν οὖν πρότερος τῶν ῥηθέντων ἐριστικῶν συλλογισμῶν καὶ συλλογισμὸς λεγέσθω͵ ὁ δὲ λοιπὸς ἐριστικὸς μὲν συλλογισμός͵ συλλογισμὸς δ΄ οὔ͵ ἐπειδὴ φαίνεται μὲν συλλογίζεσθαι͵ συλλογίζεται δ΄ οὔ.

Σελίδα 4 από 8
Developed by White Dynamics