Κατηγορίες αρχείου: Ηθικά

Τι το ήθος

Read English version here!

‘Ότι μὲν τοίνυν ἡ ἠθικὴ ἀρετὴ περὶ ἡδέα καὶ λυπηρά ἐστι͵ δῆλον· ἐπεὶ δ΄ ἐστὶ τὸ ἦθος͵ ὥσπερ καὶ τὸ ὄνομα σημαίνει ὅτι ἀπὸ ἔθους ἔχει τὴν ἐπίδοσιν͵ ἐθίζεται δὲ τὸ ὑπ΄ ἀγωγῆς μὴ ἐμφύτου τῷ πολλάκις κινεῖσθαι πώς͵ οὕτως ἤδη τὸ ἐνεργητικόν͵ ὃ ἐν τοῖς ἀψύχοις οὐχ ὁρῶμεν (οὐδὲ γὰρ ἂν μυριάκις ῥίψῃς ἄνω τὸν λίθον͵ οὐδέποτε ποιήσει τοῦτο μὴ βίᾳ)͵ διὸ ἔστω τὸ ἦθος τοῦτο ψυχῆς κατὰ ἐπιτακτικὸν λόγον τοῦ ἀλόγου μέν͵ δυναμένου δ΄ ἀκολουθεῖν τῷ λόγῳ ποιότης.

Τι είναι η εύνοια

ancient-590682_960_720

Read English version here!

Ἡ δ’ εὔνοια φιλίᾳ μὲν ἔοικεν, οὐ μὴν ἐστί γε φιλία· γίνεται γὰρ εὔνοια καὶ πρὸς ἀγνῶτας καὶ λανθάνουσα, φιλία δ’ οὔ. καὶ πρότερον δὲ ταῦτ’ εἴρηται. ἀλλ’ οὐδὲ φίλησίς ἐστιν· οὐ γὰρ ἔχει διάτασιν οὐδ’ ὄρεξιν, τῇ φιλήσει δὲ ταῦτ’ ἀκολουθεῖ. καὶ ἡ μὲν φίλησις μετὰ συνηθείας, ἡ δ’ εὔνοια καὶ ἐκ προσπαίου, οἷον καὶ περὶ τοὺς ἀγωνιστὰς συμβαίνει· εὖνοι γὰρ αὐτοῖς γίνονται καὶ συνθέλουσιν, συμπράξαιεν δ’ ἂν οὐδέν· ὅπερ γὰρ εἴπομεν, προσπαίως εὖνοι γίνονται καὶ ἐπιπολαίως στέργουσιν.

Ἔοικε δὴ ἀρχὴ φιλίας εἶναι, ὥσπερ τοῦ ἐρᾶν ἡ διὰ τῆς ὄψεως ἡδονή· μὴ γὰρ προησθεὶς τῇ ἰδέᾳ οὐδεὶς ἐρᾷ, ὁ δὲ χαίρων τῷ εἴδει οὐθὲν μᾶλλον ἐρᾷ, ἀλλ’ ὅταν καὶ ἀπόντα ποθῇ καὶ τῆς παρουσίας ἐπιθυμῇ. οὕτω δὴ καὶ φίλους οὐχ οἷόν τ’ εἶναι μὴ εὔνους γενομένους, οἱ δ’ εὖνοι οὐθὲν μᾶλλον φιλοῦσιν· βούλονται γὰρ μόνον τἀγαθὰ οἷς εἰσὶν εὖνοι, συμπράξαιεν δ’ ἂν οὐθέν, οὐδ’ ὀχληθεῖεν ὑπὲρ αὐτῶν.

Σε τι διαφέρει η σύνεση από τη φρόνηση

rhodes-106237_960_720

Read English version here!

Ἔστι δὲ καὶ ἡ σύνεσις καὶ ἡ ἀσυνεσία, καθ’ ἃς λέγομεν συνετοὺς καὶ ἀσυνέτους, οὔθ’ ὅλως τὸ αὐτὸ ἐπιστήμῃ ἢ δόξῃ (πάντες γὰρ ἂν ἦσαν συνετοί) οὔτε τις μία τῶν κατὰ μέρος ἐπιστημῶν, οἷον ἰατρικὴ περὶ ὑγιεινῶν ἢ γεωμετρία περὶ μεγέθη· οὔτε γὰρ περὶ τῶν ἀεὶ ὄντων καὶ ἀκινήτων ἡ σύνεσίς ἐστιν οὔτε περὶ τῶν γιγνομένων ὁτουοῦν, ἀλλὰ περὶ ὧν ἀπορήσειεν ἄν τις καὶ βουλεύσαιτο. διὸ περὶ τὰ αὐτὰ μὲν τῇ φρονήσει ἐστίν, οὐκ ἔστι δὲ τὸ αὐτὸ σύνεσις καὶ φρόνησις. ἡ μὲν γὰρ φρόνησις ἐπιτακτική ἐστιν· τί γὰρ δεῖ πράττειν ἢ μή, τὸ τέλος αὐτῆς ἐστίν· ἡ δὲ σύνεσις κριτικὴ μόνον· ταὐτὸν γὰρ σύνεσις καὶ εὐσυνεσία καὶ συνετοὶ καὶ εὐσύνετοι.

Τι είναι η ανδρεία και πώς έχει σε σχέση με τη δειλία και τη θρασύτητα

florence-812662_960_720

Read English version here!

Τὸ δὲ φοβερὸν οὐ πᾶσι μὲν τὸ αὐτό, λέγομεν δέ τι καὶ ὑπὲρ ἄνθρωπον. τοῦτο μὲν οὖν παντὶ φοβερὸν τῷ γε νοῦν ἔχοντι, τὰ δὲ κατ’ ἄνθρωπον διαφέρει μεγέθει καὶ τῷ μᾶλλον καὶ ἧττον· ὁμοίως δὲ καὶ τὰ θαρραλέα. ὁ δὲ ἀνδρεῖος ἀνέκπληκτος ὡς ἄνθρωπος. φοβήσεται μὲν οὖν καὶ τὰ τοιαῦτα, ὡς δεῖ δὲ καὶ ὡς ὁ λόγος ὑπομενεῖ τοῦ καλοῦ ἕνεκα· τοῦτο γὰρ τέλος τῆς ἀρετῆς. ἔστι δὲ μᾶλλον καὶ ἧττον ταῦτα φοβεῖσθαι, καὶ ἔτι τὰ μὴ φοβερὰ ὡς τοιαῦτα φοβεῖσθαι. γίνεται δὲ τῶν ἁμαρτιῶν ἡ μὲν ὅτι ὃ οὐ δεῖ,, ἡ δὲ ὅτι οὐχ ὡς δεῖ, ἡ δὲ ὅτι οὐχ ὅτε, ἤ τι τῶν τοιούτων· ὁμοίως δὲ καὶ περὶ τὰ θαρραλέα. ὁ μὲν οὖν ἃ δεῖ καὶ οὗ ἕνεκα ὑπομένων καὶ φοβούμενος, καὶ ὡς δεῖ καὶ ὅτε, ὁμοίως δὲ καὶ θαρρῶν, ἀνδρεῖος· κατ’ ἀξίαν γάρ, καὶ ὡς ἂν ὁ λόγος, πάσχει καὶ πράττει ὁ ἀνδρεῖος. τέλος δὲ πάσης ἐνεργείας ἐστὶ τὸ κατὰ τὴν ἕξιν. καὶ τῷ ἀνδρείῳ δὲ ἡ ἀνδρεία καλόν. τοιοῦτον δὴ καὶ τὸ τέλος· ὁρίζεται γὰρ ἕκαστον τῷ τέλει. καλοῦ δὴ ἕνεκα ὁ ἀνδρεῖος ὑπομένει καὶ πράττει τὰ κατὰ τὴν ἀνδρείαν.

Τι είναι η προαίρεση και πώς έχει σε σχέση με το εκούσιο

greece-643541_960_720

Read English version here!

Ἡ προαίρεσις δὴ ἑκούσιον μὲν φαίνεται, οὐ ταὐτὸν δέ, ἀλλ’ ἐπὶ πλέον τὸ ἑκούσιον· τοῦ μὲν γὰρ ἑκουσίου καὶ παῖδες καὶ τἆλλα ζῷα κοινωνεῖ, προαιρέσεως δ’ οὔ, καὶ τὰ ἐξαίφνης ἑκούσια μὲν λέγομεν, κατὰ προαίρεσιν δ’ οὔ. οἱ δὲ λέγοντες αὐτὴν ἐπιθυμίαν ἢ θυμὸν ἢ βούλησιν ἤ τινα δόξαν οὐκ ἐοίκασιν ὀρθῶς λέγειν. οὐ γὰρ κοινὸν ἡ προαίρεσις καὶ τῶν ἀλόγων, ἐπιθυμία δὲ καὶ θυμός. καὶ ὁ ἀκρατὴς ἐπιθυμῶν μὲν πράττει, προαιρούμενος δ’ οὔ· ὁ ἐγκρατὴς δ’ ἀνάπαλιν προαιρούμενος μέν, ἐπιθυμῶν δ’ οὔ. καὶ προαιρέσει μὲν ἐπιθυμία ἐναντιοῦται, ἐπιθυμία δ’ ἐπιθυμίᾳ οὔ. καὶ ἡ μὲν ἐπιθυμία ἡδέος καὶ ἐπιλύπου, ἡ προαίρεσις δ’ οὔτε λυπηροῦ οὔθ’ ἡδέος.

Θυμὸς δ’ ἔτι ἧττον· ἥκιστα γὰρ τὰ διὰ θυμὸν κατὰ προαίρεσιν εἶναι δοκεῖ. ἀλλὰ μὴν οὐδὲ βούλησίς γε, καίπερ σύνεγγυς φαινόμενον· προαίρεσις μὲν γὰρ οὐκ ἔστι τῶν ἀδυνάτων, καὶ εἴ τις φαίη προαιρεῖσθαι, δοκοίη ἂν ἠλίθιος εἶναι· βούλησις δ’ ἐστὶ καὶ τῶν ἀδυνάτων, οἷον ἀθανασίας. καὶ ἡ μὲν βούλησίς ἐστι καὶ περὶ τὰ μηδαμῶς δι’ αὑτοῦ πραχθέντα ἄν, οἷον ὑποκριτήν τινα νικᾶν ἢ ἀθλητήν· προαιρεῖται δὲ τὰ τοιαῦτα οὐδείς, ἀλλ’ ὅσα οἴεται γενέσθαι ἂν δι’ αὑτοῦ. ἔτι δ’ ἡ μὲν βούλησις τοῦ τέλους ἐστὶ μᾶλλον, ἡ δὲ προαίρεσις τῶν πρὸς τὸ τέλος, οἷον ὑγιαίνειν βουλόμεθα, προαιρούμεθα δὲ δι’ ὧν ὑγιανοῦμεν, καὶ εὐδαιμονεῖν βουλόμεθα μὲν καὶ φαμέν, προαιρούμεθα δὲ λέγειν οὐχ ἁρμόζει· ὅλως γὰρ ἔοικεν ἡ προαίρεσις περὶ τὰ ἐφ’ ἡμῖν εἶναι.

Είναι άραγε η ανδρεία πράγμα διδακτό ή φυσικό;

greece-1414069_960_720

Read English version here!

Πάλιν δὲ ἐρωτώμενος ὁ Σωκράτης ἡ ἀνδρεία πότερον εἴη διδακτὸν ἢ φυσικόν, οἶμαι μέν, ἔφη, ὥσπερ σῶμα σώματος ἰσχυρότερον πρὸς τοὺς πόνους φύεται, οὕτω καὶ ψυχήν ψυχῆς ἐρρωμενεστέραν πρὸς τὰ δεινὰ φύσει γίγνεσθαι· ὁρῶ γὰρ ἐν τοῖς αὐτοῖς νόμοις τε καὶ ἔθεσι τρεφομένους πολὺ διαφέροντας ἀλλήλων τόλμῃ. νομίζω μέντοι πᾶσαν φύσιν μαθήσει καὶ μελέτῃ πρὸς ἀνδρείαν αὔξεσθαι· δῆλον μὲν γὰρ ὅτι Σκύθαι καὶ Θρᾷκες οὐ βούλονται ἀσπίδας καὶ δόρατα λαβόντες Λακεδαιμονίοις διαμάχεσθαι· φανερὸν δ’ ὄτι Λακεδαιμόνιοι οὔτε Θρᾳξὶ πέλταις καὶ ἀκοντίοις οὔτε Σκύθαις τόξοις ἐθέλουσι διαγωνίζεσθαι. ἐκ δὲ τούτων δῆλόν ἐστιν ὅτι πάντας χρὴ ἐν οἷς βούλονται ἀξιόλογοι γίγνεσθαι, ταῦτα καὶ μανθάνειν καὶ μελετᾶν.

Τα διάφορα είδη ανδρείας

77370

Read English version here!

Ἔστι δ’ εἴδη ἀνδρείας πέντε λεγόμενα καθ’ ὁμοιότητα· τὰ αὐτὰ γὰρ ὑπομένουσιν, ἀλλ’ οὐ διὰ τὰ αὐτά. μία μὲν πολιτική· αὕτη δ’ ἐστὶν ἡ δι’ αἰδῶ οὖσα. δευτέρα ἡ στρατιωτική· αὕτη δὲ δι’ ἐμπειρίαν καὶ τὸ εἰδέναι, οὐχ ὥσπερ Σωκράτης ἔφη τὰ δεινά, ἀλλ’ ὅτι τὰς βοηθείας τῶν δεινῶν. τρίτη δ’ ἡ δι’ ἀπειρίαν καὶ ἄγνοιαν, δι’ ἣν τὰ παιδία καὶ οἱ μαινόμενοι οἳ μὲν ὑπομένουσι τὰ φερόμενα, οἳ δὲ λαμβάνουσι τοὺς ὄφεις. ἄλλη δ’ ἡ κατ’ ἐλπίδα, καθ’ ἣν οἵ τε κατευτυχηκότες πολλάκις ὑπομένουσι τοὺς κινδύνους καὶ οἱ μεθύοντες· εὐέλπιδας γὰρ ποιεῖ ὁ οἶνος. ἄλλη δὲ διὰ πάθος ἀλόγιστον, οἷον δι’ ἔρωτα καὶ θυμόν. ἄν τε γὰρ ἐρᾷ, θρασὺς μᾶλλον ἢ δειλός καὶ ὑπομένει πολλοὺς κινδύνους. καὶ δι’ ὀργὴν καὶ θυμὸν ὡσαύτως· ἐκστατικὸν γὰρ ὁ θυμός. διὸ καὶ οἱ ἄγριοι σύες ἀνδρεῖοι δοκοῦσιν εἶναι, οὐκ ὄντες· ὅταν γὰρ ἐκστῶσι, τοιοῦτοι εἰσίν, εἰ δὲ μή͵ ἀνώμαλοι, ὥσπερ οἱ θρασεῖς. ὅμως δὲ μάλιστα φυσικὴ ἡ τοῦ θυμοῦ· ἀήττητον γὰρ ὁ θυμός, διὸ καὶ οἱ παῖδες ἄριστα μάχονται. διὰ νόμον δὲ ἡ πολιτικὴ ἀνδρεία. κατ’ ἀλήθειαν δὲ οὐδεμία τούτων, ἀλλὰ πρὸς τὰς παρακελεύσεις τὰς ἐν τοῖς κινδύνοις χρήσιμα ταῦτα πάντα.

Τι εστί ευδαιμονία

681443

Read English version here!

Πάντα δὴ τἀγαθὰ ἢ ἐκτὸς ἢ ἐν ψυχῇ, καὶ τούτων αἱρετώτερα τὰ ἐν τῇ ψυχῇ, καθάπερ διαιρούμεθα καὶ ἐν τοῖς ἐξωτερικοῖς λόγοις· φρόνησις γὰρ καὶ ἀρετὴ καὶ ἡδονὴ ἐν ψυχῇ, ὧν ἔνια ἢ πάντα τέλος εἶναι δοκεῖ πᾶσιν. τῶν δὲ ἐν ψυχῇ τὰ μὲν ἕξεις ἢ δυνάμεις εἰσί, τὰ δ’ ἐνέργειαι καὶ κινήσεις.

Ταῦτα δὴ οὕτως ὑποκείσθω καὶ περὶ ἀρετῆς, ὅτι ἐστὶν ἡ βελτίστη διάθεσις ἢ ἕξις ἢ δύναμις ἑκάστων, ὅσων ἐστί τις χρῆσις ἢ ἔργον. δῆλον δ’ ἐκ τῆς ἐπαγωγῆς· ἐπὶ πάντων γὰρ οὕτω τίθεμεν. οἷον ἱματίου ἀρετή ἐστιν· καὶ γὰρ ἔργον τι καὶ χρῆσίς ἐστιν, καὶ ἡ βελτίστη ἕξις τοῦ ἱματίου ἀρετή ἐστιν. ὁμοίως δὲ καὶ πλοίου καὶ οἰκίας καὶ τῶν ἄλλων. ὥστε καὶ ψυχῆς· ἔστι γάρ τι ἔργον αὐτῆς. καὶ τῆς βελτίονος δὴ ἕξεως ἔστω βέλτιον τὸ ἔργον· καὶ ὡς ἔχουσιν αἱ ἕξεις πρὸς ἀλλήλας, οὕτω καὶ τὰ ἔργα τὰ ἀπὸ τούτων πρὸς ἄλληλα ἐχέτω. καὶ τέλος ἑκάστου τὸ ἔργον.  φανερὸν τοίνυν ἐκ τούτων ὅτι βέλτιον τὸ ἔργον τῆς ἕξεως· τὸ γὰρ τέλος ἄριστον ὡς τέλος· ὑπόκειται γὰρ τέλος τὸ βέλτιστον καὶ τὸ ἔσχατον, οὗ ἕνεκα τἆλλα πάντα.

Ὅτι μὲν τοίνυν τὸ ἔργον βέλτιον τῆς ἕξεως καὶ τῆς διαθέσεως, δῆλον· ἀλλὰ τὸ ἔργον λέγεται διχῶς. τῶν μὲν γάρ ἐστιν ἕτερόν τι τὸ ἔργον παρὰ τὴν χρῆσιν, οἷον οἰκοδομικῆς οἰκία ἀλλ’ οὐκ οἰκοδόμησις καὶ ἰατρικῆς ὑγίεια ἀλλ’ οὐχ ὑγίανσις οὐδ’ ἰάτρευσις, τῶν δ’ ἡ χρῆσις ἔργον, οἷον ὄψεως ὅρασις καὶ μαθηματικῆς ἐπιστήμης θεωρία. ὥστ’ ἀνάγκη, ὧν ἔργον ἡ χρῆσις, τὴν χρῆσιν βέλτιον εἶναι τῆς ἕξεως.

Πώς λέγεται η έξις

   cover

 

 Ἡ γὰρ ἕξις πολλαχῶς λέγεται· καὶ γὰρ ἡ δύναμις καὶ ἡ διάθεσις καὶ ἡ ἐπιστήμη ἕξις λέγεται. ἕνα μὲν οὖν τρόπον ἕξις λέγεται ἱκανότης καθ’ ἣν τὸ ἔχον ἐνεργεῖ καὶ ἔχει, ἱκανότης μὲν τοῦ πεφυκότος δεκτικοῦ, ἐν ᾧ δὲ πέφυκεν ὑπάρχειν καὶ ὅτε πέφυκεν ἔχειν, οἷον ἡ ὄψις τοῦ ὀφθαλμοῦ· ἥ τε γὰρ ὄψις ἕξις τοῦ ὀφθαλμοῦ ἐστι, καὶ τὸ ὁρᾶν κατ’ αὐτὴν γίνεται. 

Τι εστί αρετή

hercules-1412EC8917042D2F6F3Ἔστιν ἄρα ἡ ἀρετὴ ἕξις προαιρετική, ἐν μεσότητι οὖσα τῇ πρὸς ἡμᾶς, ὡρισμένῃ λόγῳ καὶ ὡς ἂν ὁ φρόνιμος ὁρίσειεν. μεσότης δὲ δύο κακιῶν, τῆς μὲν καθ’ ὑπερβολὴν τῆς δὲ κατ’ ἔλλειψιν· καὶ ἔτι τῷ τὰς μὲν ἐλλείπειν τὰς δ’ ὑπερβάλλειν τοῦ δέοντος ἔν τε τοῖς πάθεσι καὶ ἐν ταῖς πράξεσι, τὴν δ’ ἀρετὴν τὸ μέσον καὶ εὑρίσκειν καὶ αἱρεῖσθαι.

Σελίδα 1 από 2
Developed by White Dynamics