Κατηγορίες αρχείου: Φυσικά

Σε τι διαφέρει η γένεση από την αλλοίωση

Ancient-Greece

Read English version here!

Περὶ δὲ γενέσεως καὶ ἀλλοιώσεως λέγωμεν τί διαφέρουσιν· φαμὲν γὰρ ἑτέρας εἶναι ταύτας τὰς μεταβολὰς ἀλλήλων. ἐπειδὴ οὖν ἐστί τι τὸ ὑποκείμενον καὶ ἕτερον τὸ πάθος ὃ κατὰ τοῦ ὑποκειμένου λέγεσθαι πέφυκεν, καὶ ἔστι μεταβολὴ ἑκατέρου τούτων, ἀλλοίωσις μέν ἐστιν, ὅταν ὑπομένοντος τοῦ ὑποκειμένου, αἰσθητοῦ ὄντος, μεταβάλλῃ ἐν τοῖς αὑτοῦ πάθεσιν, ἢ ἐναντίοις οὖσιν ἢ μεταξύ, οἷον τὸ σῶμα ὑγιαίνει καὶ πάλιν κάμνει ὑπομένον γε ταὐτό, καὶ ὁ χαλκὸς στρογγύλος, ὁτὲ δὲ γωνιοειδὴς ὁ αὐτός γε ὤν.

Τι σημαίνει εντελέχεια

800px-NAMA_Jockey_Artémision

Read English version here!

Τὸ δ’ ὄνομα τῆς ἐντελεχείας σημαίνει παρὰ τῷ Ἀριστοτέλει τὴν ἐνέργειαν καὶ τὴν τελειότητα· σύγκειται γὰρ παρὰ τὸ ἕν καὶ τὸ τέλειον καὶ τὸ ἔχειν· ὅταν γὰρ ἕκαστον ἔχῃ τὴν ἑαυτοῦ τελειότητα, ἐντελεχείᾳ λέγεται εἶναι. διττὴ δὲ ἡ ἐφ’ ἑκάστου ἐντελέχεια, ἡ μὲν ἤδη τετελειωμένου τοῦ πράγματος καὶ ἅπαν τὸ δυνάμει ἀποβαλόντος, ἡ δὲ κινηθέντος ἐκ τῆς δυνάμεως καὶ κατὰ ταύτην ἀλλοιουμένου τε καὶ ἐπὶ τὸ εἶδος ἀγομένου, οἷον ἐπὶ τοῦ χαλκοῦ τοῦ δυνάμει ἀνδριάντος· ἐντελέχεια γὰρ αὐτοῦ ἔστι καὶ ὅταν γίνηται ἀνδριὰς ὑπὸ τοῦ ἀνδριαντοποιοῦ τοιῶσδε σχηματιζόμενος, καὶ ὅταν ἤδη γεγενημένος εἴη ἀνδριὰς καὶ ἀπειληφὼς τὸ τέλειον τοῦ ἀνδριάντος εἶδος. ἀλλ’ αὕτη μὲν ἡ ἐντελέχεια οὐκέτι σῳζομένης ἐστὶ τῆς δυνάμεως, καθ’ ἣν ἠδύνατο γενέσθαι ἀνδριάς· ἤδη γάρ ἐστιν ἀνδριὰς καὶ οὐκέτι ἔχει τὸ δυνάμει, διὸ καὶ τελειότης αὕτη οὐ τῆς δυνάμεως (πῶς γὰρ ἣν φθείρει;), ἀλλὰ τοῦ πράγματος ἐν ᾧ ἡ δύναμις ἦν· ἡ δὲ πρότερον ῥηθεῖσα ἐντελέχεια, καθ’ ἣν ἐγίνετο ἀνδριάς, ἔτι τὸ δυνάμει διαφυλάττει. καὶ ἔστι αὕτη ἡ ἐντελέχεια ἐνέργεια ἀτελής (ὁδεύει γὰρ ἐπὶ τὸ εἶδος καὶ τὴν κυρίως τε καὶ ἁπλῶς ἐντελέχειαν), διὸ καὶ πρώτη ἐντελέχεια λέγεται, ἡ δὲ τελεία· ἠρεμεῖ γὰρ ἐν αὐτῇ γενόμενον τὸ κινούμενον καὶ τοῦ δυνάμει παντελῶς ἀπαλλάττεται.

Το πλήρες και το ολόκληρο

file-page1

Read English version here!

Οὗ δὲ μηδὲν ἔξω, τοῦτ’ ἔστι τέλειον καὶ ὅλον· οὕτω γὰρ ὁριζόμεθα τὸ ὅλον, οὗ μηδὲν ἄπεστιν, οἷον ἄνθρωπον ὅλον ἢ κιβώτιον. ὥσπερ δὲ τὸ καθ’ ἕκαστον, οὕτω καὶ τὸ κυρίως, οἷον τὸ ὅλον οὗ μηδέν ἐστιν ἔξω· οὗ δ’ ἔστιν ἀπουσία ἔξω, οὐ πᾶν, ὅ τι ἂν ἀπῇ. ὅλον δὲ καὶ τέλειον ἢ τὸ αὐτὸ πάμπαν ἢ σύνεγγυς τὴν φύσιν ἐστίν. τέλειον δ’ οὐδὲν μὴ ἔχον τέλος· τὸ δὲ τέλος πέρας.

Τι είναι κίνηση και ποια τα είδη αυτής

BenQ Digital Camera

Read English version here!

Διῃρημένου δὲ καθ’ ἕκαστον γένος τοῦ μὲν ἐντελεχείᾳ τοῦ δὲ δυνάμει, ἡ τοῦ δυνάμει ὄντος ἐντελέχεια, ᾗ τοιοῦτον, κίνησίς ἐστιν, οἷον τοῦ μὲν ἀλλοιωτοῦ, ᾗ ἀλλοιωτόν, ἀλλοίωσις, τοῦ δὲ αὐξητοῦ καὶ τοῦ ἀντικειμένου φθιτοῦ (οὐδὲν γὰρ ὄνομα κοινὸν ἐπ’ ἀμφοῖν) αὔξησις καὶ φθίσις, τοῦ δὲ γενητοῦ καὶ φθαρτοῦ γένεσις καὶ φθορά, τοῦ δὲ φορητοῦ φορά. ὅτι δὲ τοῦτό ἐστιν ἡ κίνησις, ἐντεῦθεν δῆλον. ὅταν γὰρ τὸ οἰκοδομητόν, ᾗ τοιοῦτον αὐτὸ λέγομεν εἶναι, ἐντελεχείᾳ ᾖ, οἰκοδομεῖται, καὶ ἔστι τοῦτο οἰκοδόμησις· ὁμοίως δὲ καὶ μάθησις καὶ ἰάτρευσις καὶ κύλισις καὶ ἅλσις καὶ ἅδρυνσις καὶ γήρανσις.

Πώς λέγεται το «μάταια»

121020141054

Read English version here!

Μάτην δὲ ἐκεῖνα λέγονται εἶναι, οἷς οὐκ ἀπαντᾷ τὸ τέλος οὗ ἕνεκα γίνεται, οἷον εἰ τὸ βαδίσαι λαπάξεως ἕνεκά ἐστιν, εἰ δὲ μὴ ἐγένετο βαδίσαντι, μάτην φαμὲν βαδίσαι καὶ ἡ βάδισις ματαία, ὡς τοῦτο ὄν τὸ μάτην, τὸ πεφυκὸς μὲν ἄλλου ἕνεκα γίνεσθαι, ἀποτυγχάνον δὲ τοῦ τέλους. εἰ τοίνυν τοῦτό ἐστι τὸ μάτην, καλῶς ἄρα τὸ αὐτόματον παρὰ τὸ αὐτὸ μάτην εἶναι ἐσχημάτισται. λέγομεν γὰρ ἐκ ταὐτομάτου γενέσθαι τὸν λίθον ἐπιτήδειον πρὸς καθέδραν, ὡς δὴ τοῦ αὐτομάτου αἰτίου αὐτῷ τούτου γενομένου· ἦν μὲν γὰρ τῆς μὲν ἐπὶ τὸ κάτω φορᾶς τέλος φυσικὸν τὸ γενέσθαι ἐν τῷ οἰκείῳ τόπῳ, ἐπηκολούθηκε δὲ τῇ τοιαύτῃ ὁρμῇ ἕτερόν τι τέλος κατὰ συμβεβηκὸς τὸ πρὸς καθέδραν αὐτὸν εἶναι. ἐπεὶ οὖν ἡ ἐπὶ τὸ κάτω φορὰ τοῦ λίθου αἰτία κατὰ συμβεβηκὸς τοῦ τοιούτου σχήματος γέγονε, λέγεται αὐτὴ αὐτόματον, ὡς αὐτὴ μάτην γεγονυῖα ὡς πρὸς τὸ ἐκβὰν κατὰ συμβεβηκὸς τέλος.

Πώς μπορεί να γίνει κάτι εκ του μη όντος

DSC00013

Read English version here!

Ἐπεὶ δὲ τὸ γινόμενον ἅπαν ἢ ἐξ ὄντος γίνεται ἢ ἐκ μὴ ὄντος, ἐκ δὲ τούτων ἀμφοτέρων ἀδύνατον γενέσθαι· οὔτε γὰρ ἐξ ὄντος δυνατὸν γενέσθαι (εἶναι γὰρ ἤδη), οὔτε ἐκ μὴ ὄντος (ἀδύνατον γὰρ ἐκ μὴ προϋποκειμένου τινὸς γενέσθαι τι), ἔδοξέ τισιν ἤτοι οὐδὲν τῶν ὄντων οὔτε γίνεσθαι οὔτε φθείρεσθαι ἢ τὸ μὴ ὂν εἶναι. ἡμεῖς δὲ λύσομεν τὴν τούτων ἀπορίαν ἀρξάμενοι τὸ πρῶτον ἐκ τοῦ ποσαχῶς τὸ ὂν λέγεται.

Τα είδη των αιτίων

121020141027

Read English version here!

Τὰ δὲ αἴτια πολλαχῶς λέγεται. ἕνα μὲν οὖν τρόπον αἴτιον λέγεται τὸ ἐξ οὗ γίνεταί τι ἐνυπάρχοντος, οἷον ὁ χαλκὸς τοῦ ἀνδριάντος καὶ ὁ λίθος τῆς οἰκίας καὶ τὰ τούτων γένη· ἄλλον δὲ τὸ εἶδος καὶ τὸ παράδειγμα· τοῦτο δ’ ἐστὶν ὁ λόγος ὁ τοῦ τί ἦν εἶναι καὶ τὰ τούτου γένη, οἷον τοῦ διὰ πασῶν τὰ δύο πρὸς ἕν, καὶ ὅλως ὁ ἀριθμός καὶ τὰ μέρη τὰ ἐν τῷ λόγῳ. ἔτι ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἡ πρώτη ἢ τῆς ἠρεμήσεως, οἷον ὁ βουλεύσας αἴτιος καὶ ὁ πατὴρ τοῦ τέκνου, καὶ ὅλως τὸ ποιοῦν τοῦ ποιουμένου καὶ τὸ μεταβάλλον τοῦ μεταβαλλομένου. ἔτι ὡς τὸ τέλος· τοῦτο δ’ ἐστὶν τὸ οὗ ἕνεκα, οἷον τοῦ περιπατεῖν ἡ ὑγίεια· διὰ τί γὰρ περιπατεῖ; φαμέν ἵνα ὑγιαίνῃ, καὶ εἰπόντες οὕτως οἰόμεθα ἀποδεδωκέναι τὸ αἴτιον.

Τι εστί φύσις

ruins-of-chersonesos-crimea-700x466

Read English version here!

Τῶν ὄντων τὰ μέν ἐστι φύσει͵ τὰ δὲ δι΄ ἄλλας αἰτίας͵ φύσει μὲν τά τε ζῷα καὶ τὰ μέρη αὐτῶν καὶ τὰ φυτὰ καὶ τὰ ἁπλᾶ τῶν σωμάτων͵ οἷον γῆ καὶ πῦρ καὶ ἀὴρ καὶ ὕδωρ (ταῦτα γὰρ εἶναι καὶ τὰ τοιαῦτα φύσει φαμέν)͵ πάντα δὲ ταῦτα φαίνεται διαφέροντα πρὸς τὰ μὴ φύσει συνεστῶτα. τούτων μὲν γὰρ ἕκαστον ἐν ἑαυτῷ ἀρχὴν ἔχει κινήσεως καὶ στάσεως͵ τὰ μὲν κατὰ τόπον͵ τὰ δὲ κατ΄ αὔξησιν καὶ φθίσιν͵ τὰ δὲ κατ΄ ἀλλοίωσιν· κλίνη δὲ καὶ ἱμάτιον͵ καὶ εἴ τι τοιοῦτον ἄλλο γένος ἐστίν͵ ᾗ μὲν τετύχηκε τῆς κατηγορίας ἑκάστης καὶ καθ΄ ὅσον ἐστὶν ἀπὸ τέχνης͵ οὐδεμίαν ὁρμὴν ἔχει μεταβολῆς ἔμφυτον͵ ᾗ δὲ συμβέβηκεν αὐτοῖς εἶναι λιθίνοις ἢ γηΐνοις ἢ μικτοῖς ἐκ τούτων͵ ἔχει͵ καὶ κατὰ τοσοῦτον͵ ὡς οὔσης τῆς φύσεως ἀρχῆς τινὸς καὶ αἰτίας τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν ἐν ᾧ ὑπάρχει πρώτως καθ΄ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός.

Developed by White Dynamics